Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 4

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
λαβὲ τὸ κεφάλαιον τω̃ν υἱω̃ν Κααθ ἐκ μέσου υἱω̃ν Λευι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
ἀπὸ εἴκοσι καὶ πέντε ἐτω̃ν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτω̃ν πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν ποιη̃σαι πάντα τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
καὶ ταυ̃τα τὰ ἔργα τω̃ν υἱω̃ν Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἅγιον τω̃ν ἁγίων
καὶ εἰσελεύσεται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ὅταν ἐξαίρη̨ ἡ παρεμβολή καὶ καθελου̃σιν τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτω̨̃ τὴν κιβωτὸν του̃ μαρτυρίου
καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς
καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδει̃α ἐν οἱ̃ς σπένδει καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ' αὐτη̃ς ἔσονται
καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν δι' αὐτη̃ς τοὺς ἀναφορει̃ς
καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν τὴν λυχνίαν τὴν φωτίζουσαν καὶ τοὺς λύχνους αὐτη̃ς καὶ τὰς λαβίδας αὐτη̃ς καὶ τὰς ἐπαρυστρίδας αὐτη̃ς καὶ πάντα τὰ ἀγγει̃α του̃ ἐλαίου οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς
10 καὶ ἐμβαλου̃σιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ' ἀναφορέων
11 καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσου̃ν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃
12 καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ἐν τοι̃ς ἁγίοις καὶ ἐμβαλου̃σιν εἰς ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς
13 καὶ τὸν καλυπτη̃ρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον
14 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργου̃σιν ἐπ' αὐτὸ ἐν αὐτοι̃ς καὶ τὰ πυρει̃α καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτη̃ρα καὶ πάντα τὰ σκεύη του̃ θυσιαστηρίου καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃ καὶ λήμψονται ἱμάτιον πορφυρου̃ν καὶ συγκαλύψουσιν τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ καὶ ἐμβαλου̃σιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς
15 καὶ συντελέσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τω̨̃ ἐξαίρειν τὴν παρεμβολήν καὶ μετὰ ταυ̃τα εἰσελεύσονται υἱοὶ Κααθ αἴρειν καὶ οὐχ ἅψονται τω̃ν ἁγίων ἵνα μὴ ἀποθάνωσιν ταυ̃τα ἀρου̃σιν οἱ υἱοὶ Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
16 ἐπίσκοπος Ελεαζαρ υἱὸς Ααρων του̃ ἱερέως τὸ ἔλαιον του̃ φωτὸς καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως καὶ ἡ θυσία ἡ καθ' ἡμέραν καὶ τὸ ἔλαιον τη̃ς χρίσεως ἡ ἐπισκοπὴ ὅλης τη̃ς σκηνη̃ς καὶ ὅσα ἐστὶν ἐν αὐτη̨̃ ἐν τω̨̃ ἁγίω̨ ἐν πα̃σι τοι̃ς ἔργοις
17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
18 μὴ ὀλεθρεύσητε τη̃ς φυλη̃ς τὸν δη̃μον τὸν Κααθ ἐκ μέσου τω̃ν Λευιτω̃ν
19 του̃το ποιήσατε αὐτοι̃ς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν προσπορευομένων αὐτω̃ν πρὸς τὰ ἅγια τω̃ν ἁγίων Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτου̃
20 καὶ οὐ μὴ εἰσέλθωσιν ἰδει̃ν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανου̃νται
21 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
22 λαβὲ τὴν ἀρχὴν τω̃ν υἱω̃ν Γεδσων καὶ τούτους κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ δήμους αὐτω̃ν
23 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπίσκεψαι αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα αὐτου̃ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
24 αὕτη ἡ λειτουργία του̃ δήμου του̃ Γεδσων λειτουργει̃ν καὶ αἴρειν
25 καὶ ἀρει̃ τὰς δέρρεις τη̃ς σκηνη̃ς καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτη̃ς καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ' αὐτη̃ς ἄνωθεν καὶ τὸ κάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
26 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς ὅσα ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ποιήσουσιν
27 κατὰ στόμα Ααρων καὶ τω̃ν υἱω̃ν αὐτου̃ ἔσται ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτω̃ν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι' αὐτω̃ν καὶ ἐπισκέψη̨ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ' αὐτω̃ν
28 αὕτη ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ ἡ φυλακὴ αὐτω̃ν ἐν χειρὶ Ιθαμαρ του̃ υἱου̃ Ααρων του̃ ἱερέως
29 υἱοὶ Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν ἐπισκέψασθε αὐτούς
30 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπισκέψασθε αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
31 καὶ ταυ̃τα τὰ φυλάγματα τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν κατὰ πάντα τὰ ἔργα αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου τὰς κεφαλίδας τη̃ς σκηνη̃ς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τὰς βάσεις αὐτη̃ς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτω̃ν καὶ οἱ στύλοι αὐτω̃ν καὶ τὸ κατακάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς
32 καὶ τοὺς στύλους τη̃ς αὐλη̃ς κύκλω̨ καὶ αἱ βάσεις αὐτω̃ν καὶ τοὺς στύλους του̃ καταπετάσματος τη̃ς πύλης τη̃ς αὐλη̃ς καὶ τὰς βάσεις αὐτω̃ν καὶ τοὺς πασσάλους αὐτω̃ν καὶ τοὺς κάλους αὐτω̃ν καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ πάντα τὰ λειτουργήματα αὐτω̃ν ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τη̃ς φυλακη̃ς τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν
33 αὕτη ἡ λειτουργία δήμου υἱω̃ν Μεραρι ἐν πα̃σιν τοι̃ς ἔργοις αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἐν χειρὶ Ιθαμαρ υἱου̃ Ααρων του̃ ἱερέως
34 καὶ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς υἱοὺς Κααθ κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
35 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
36 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν δισχίλιοι διακόσιοι πεντήκοντα
37 αὕτη ἡ ἐπίσκεψις δήμου Κααθ πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καθὰ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃
38 καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσων κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
39 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
40 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν δισχίλιοι ἑξακόσιοι τριάκοντα
41 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Γεδσων πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃
42 ἐπεσκέπησαν δὲ καὶ δη̃μος υἱω̃ν Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
43 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν πρὸς τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
44 καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν τρισχίλιοι καὶ διακόσιοι
45 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Μεραρι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃
46 πάντες οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς Λευίτας κατὰ δήμους κατ' οἴκους πατριω̃ν αὐτω̃ν
47 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τω̃ν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
48 καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα
49 διὰ φωνη̃ς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυση̃ ἄνδρα κατ' ἄνδρα ἐπὶ τω̃ν ἔργων αὐτω̃ν καὶ ἐπὶ ὡ̃ν αἴρουσιν αὐτοί καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.