1 Παυ̃λος καὶ Τιμόθεος δου̃λοι Χριστου̃ ’Ιησου̃ πα̃σιν τοι̃ς ἁγίοις ἐν Χριστω̨̃ ’Ιησου̃ τοι̃ς οὐ̃σιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις |
2 χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃ |
3 εὐχαριστω̃ τω̨̃ θεω̨̃ μου ἐπὶ πάση̨ τη̨̃ μνεία̨ ὑμω̃ν |
4 πάντοτε ἐν πάση̨ δεήσει μου ὑπὲρ πάντων ὑμω̃ν μετὰ χαρα̃ς τὴν δέησιν ποιούμενος |
5 ἐπὶ τη̨̃ κοινωνία̨ ὑμω̃ν εἰς τò εὐαγγέλιον ἀπò τη̃ς πρώτης ἡμέρας ἄχρι του̃ νυ̃ν |
6 πεποιθὼς αὐτò του̃το ὅτι ὁ ἐναρξάμενος ἐν ὑμι̃ν ἔργον ἀγαθòν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστου̃ ’Ιησου̃ |
7 καθώς ἐστιν δίκαιον ἐμοὶ του̃το φρονει̃ν ὑπὲρ πάντων ὑμω̃ν διὰ τò ἔχειν με ἐν τη̨̃ καρδία̨ ὑμα̃ς ἔν τε τοι̃ς δεσμοι̃ς μου καὶ ἐν τη̨̃ ἀπολογία̨ καὶ βεβαιώσει του̃ εὐαγγελίου συγκοινωνούς μου τη̃ς χάριτος πάντας ὑμα̃ς ὄντας |
8 μάρτυς γάρ μου ὁ θεός ὡς ἐπιποθω̃ πάντας ὑμα̃ς ἐν σπλάγχνοις Χριστου̃ ’Ιησου̃ |
9 καὶ του̃το προσεύχομαι ἵνα ἡ ἀγάπη ὑμω̃ν ἔτι μα̃λλον καὶ μα̃λλον περισσεύη̨ ἐν ἐπιγνώσει καὶ πάση̨ αἰσθήσει |
10 εἰς τò δοκιμάζειν ὑμα̃ς τὰ διαφέροντα ἵνα ἠ̃τε εἰλικρινει̃ς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστου̃ |
11 πεπληρωμένοι καρπòν δικαιοσύνης τòν διὰ ’Ιησου̃ Χριστου̃ εἰς δόξαν καὶ ἔπαινον θεου̃ |
12 γινώσκειν δὲ ὑμα̃ς βούλομαι ἀδελφοί ὅτι τὰ κατ' ἐμὲ μα̃λλον εἰς προκοπὴν του̃ εὐαγγελίου ἐλήλυθεν |
13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστω̨̃ γενέσθαι ἐν ὅλω̨ τω̨̃ πραιτωρίω̨ καὶ τοι̃ς λοιποι̃ς πάσιν |
14 καὶ τοὺς πλείονας τω̃ν ἀδελφω̃ν ἐν κυρίω̨ πεποιθότας τοι̃ς δεσμοι̃ς μου περισσοτέρως τολμα̃ν ἀφόβως τòν λόγον λαλει̃ν |
15 τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν τινὲς δὲ καὶ δι' εὐδοκίαν τòν Χριστòν κηρύσσουσιν |
16 οἱ μὲν ἐξ ἀγάπης εἰδότες ὅτι εἰς ἀπολογίαν του̃ εὐαγγελίου κει̃μαι |
17 οἱ δὲ ἐξ ἐριθείας τòν Χριστòν καταγγέλλουσιν οὐχ ἁγνω̃ς οἰόμενοι θλι̃ψιν ἐγείρειν τοι̃ς δεσμοι̃ς μου |
18 τί γάρ πλὴν ὅτι παντὶ τρόπω̨ εἴτε προφάσει εἴτε ἀληθεία̨ Χριστòς καταγγέλλεται καὶ ἐν τούτω̨ χαίρω ἀλλὰ καὶ χαρήσομαι |
19 οἰ̃δα γὰρ ὅτι του̃τό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τη̃ς ὑμω̃ν δεήσεως καὶ ἐπιχορηγίας του̃ πνεύματος ’Ιησου̃ Χριστου̃ |
20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι ἀλλ' ἐν πάση̨ παρρησία̨ ὡς πάντοτε καὶ νυ̃ν μεγαλυνθήσεται Χριστòς ἐν τω̨̃ σώματί μου εἴτε διὰ ζωη̃ς εἴτε διὰ θανάτου |
21 ἐμοὶ γὰρ τò ζη̃ν Χριστòς καὶ τò ἀποθανει̃ν κέρδος |
22 εἰ δὲ τò ζη̃ν ἐν σαρκί του̃τό μοι καρπòς ἔργου καὶ τί αἱρήσομαι οὐ γνωρίζω |
23 συνέχομαι δὲ ἐκ τω̃ν δύο τὴν ἐπιθυμίαν ἔχων εἰς τò ἀναλυ̃σαι καὶ σὺν Χριστω̨̃ εἰ̃ναι πολλω̨̃ γὰρ μα̃λλον κρει̃σσον |
24 τò δὲ ἐπιμένειν ἐν τη̨̃ σαρκὶ ἀναγκαιότερον δι' ὑμα̃ς |
25 καὶ του̃το πεποιθὼς οἰ̃δα ὅτι μενω̃ καὶ παραμενω̃ πα̃σιν ὑμι̃ν εἰς τὴν ὑμω̃ν προκοπὴν καὶ χαρὰν τη̃ς πίστεως |
26 ἵνα τò καύχημα ὑμω̃ν περισσεύη̨ ἐν Χριστω̨̃ ’Ιησου̃ ἐν ἐμοὶ διὰ τη̃ς ἐμη̃ς παρουσίας πάλιν πρòς ὑμα̃ς |
27 μόνον ἀξίως του̃ εὐαγγελίου του̃ Χριστου̃ πολιτεύεσθε ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμα̃ς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμω̃ν ὅτι στήκετε ἐν ἑνὶ πνεύματι μια̨̃ ψυχη̨̃ συναθλου̃ντες τη̨̃ πίστει του̃ εὐαγγελίου |
28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπò τω̃ν ἀντικειμένων ἥτις ἐστὶν αὐτοι̃ς ἔνδειξις ἀπωλείας ὑμω̃ν δὲ σωτηρίας καὶ του̃το ἀπò θεου̃ |
29 ὅτι ὑμι̃ν ἐχαρίσθη τò ὑπὲρ Χριστου̃ οὐ μόνον τò εἰς αὐτòν πιστεύειν ἀλλὰ καὶ τò ὑπὲρ αὐτου̃ πάσχειν |
30 τòν αὐτòν ἀγω̃να ἔχοντες οἱ̃ον εἴδετε ἐν ἐμοὶ καὶ νυ̃ν ἀκούετε ἐν ἐμοί |