ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ,
κεφαλίς 2,
στἰχοι 10-30
10 ἵνα ἐν τω̨̃ ὀνόματι ’Ιησου̃ πα̃ν γόνυ κάμψη̨ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων |
11 καὶ πα̃σα γλω̃σσα ἐξομολογήσηται ὅτι κύριος ’Ιησου̃ς Χριστòς εἰς δόξαν θεου̃ πατρός |
12 ὥστε ἀγαπητοί μου καθὼς πάντοτε ὑπηκούσατε μὴ ὡς ἐν τη̨̃ παρουσία̨ μου μόνον ἀλλὰ νυ̃ν πολλω̨̃ μα̃λλον ἐν τη̨̃ ἀπουσία̨ μου μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτω̃ν σωτηρίαν κατεργάζεσθε |
13 θεòς γάρ ἐστιν ὁ ἐνεργω̃ν ἐν ὑμι̃ν καὶ τò θέλειν καὶ τò ἐνεργει̃ν ὑπὲρ τη̃ς εὐδοκίας |
14 πάντα ποιει̃τε χωρὶς γογγυσμω̃ν καὶ διαλογισμω̃ν |
15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι τέκνα θεου̃ ἄμωμα μέσον γενεα̃ς σκολια̃ς καὶ διεστραμμένης ἐν οἱ̃ς φαίνεσθε ὡς φωστη̃ρες ἐν κόσμω̨ |
16 λόγον ζωη̃ς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστου̃ ὅτι οὐκ εἰς κενòν ἔδραμον οὐδὲ εἰς κενòν ἐκοπίασα |
17 ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τη̨̃ θυσία̨ καὶ λειτουργία̨ τη̃ς πίστεως ὑμω̃ν χαίρω καὶ συγχαίρω πα̃σιν ὑμι̃ν |
18 τò δὲ αὐτò καὶ ὑμει̃ς χαίρετε καὶ συγχαίρετέ μοι |
19 ἐλπίζω δὲ ἐν κυρίω̨ ’Ιησου̃ Τιμόθεον ταχέως πέμψαι ὑμι̃ν ἵνα κἀγὼ εὐψυχω̃ γνοὺς τὰ περὶ ὑμω̃ν |
20 οὐδένα γὰρ ἔχω ἰσόψυχον ὅστις γνησίως τὰ περὶ ὑμω̃ν μεριμνήσει |
21 οἱ πάντες γὰρ τὰ ἑαυτω̃ν ζητου̃σιν οὐ τὰ ’Ιησου̃ Χριστου̃ |
22 τὴν δὲ δοκιμὴν αὐτου̃ γινώσκετε ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τò εὐαγγέλιον |
23 του̃τον μὲν οὐ̃ν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτη̃ς |
24 πέποιθα δὲ ἐν κυρίω̨ ὅτι καὶ αὐτòς ταχέως ἐλεύσομαι |
25 ἀναγκαι̃ον δὲ ἡγησάμην ’Επαφρόδιτον τòν ἀδελφòν καὶ συνεργòν καὶ συστρατιώτην μου ὑμω̃ν δὲ ἀπόστολον καὶ λειτουργòν τη̃ς χρείας μου πέμψαι πρòς ὑμα̃ς |
26 ἐπειδὴ ἐπιποθω̃ν ἠ̃ν πάντας ὑμα̃ς καὶ ἀδημονω̃ν διότι ἠκούσατε ὅτι ἠσθένησεν |
27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτω̨ ἀλλὰ ὁ θεòς ἠλέησεν αὐτόν οὐκ αὐτòν δὲ μόνον ἀλλὰ καὶ ἐμέ ἵνα μὴ λύπην ἐπὶ λύπην σχω̃ |
28 σπουδαιοτέρως οὐ̃ν ἔπεμψα αὐτòν ἵνα ἰδόντες αὐτòν πάλιν χαρη̃τε κἀγὼ ἀλυπότερος ὠ̃ |
29 προσδέχεσθε οὐ̃ν αὐτòν ἐν κυρίω̨ μετὰ πάσης χαρα̃ς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε |
30 ὅτι διὰ τò ἔργον Χριστου̃ μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τη̨̃ ψυχη̨̃ ἵνα ἀναπληρώση̨ τò ὑμω̃ν ὑστέρημα τη̃ς πρός με λειτουργίας |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.