Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 1

1 παροιμίαι Σαλωμω̃ντος υἱου̃ Δαυιδ ὃς ἐβασίλευσεν ἐν Ισραηλ
2 γνω̃ναι σοφίαν καὶ παιδείαν νοη̃σαί τε λόγους φρονήσεως
3 δέξασθαί τε στροφὰς λόγων νοη̃σαί τε δικαιοσύνην ἀληθη̃ καὶ κρίμα κατευθύνειν
4 ἵνα δω̨̃ ἀκάκοις πανουργίαν παιδὶ δὲ νέω̨ αἴσθησίν τε καὶ ἔννοιαν
5 τω̃νδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται
6 νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφω̃ν καὶ αἰνίγματα
7 ἀρχὴ σοφίας φόβος θεου̃ σύνεσις δὲ ἀγαθὴ πα̃σι τοι̃ς ποιου̃σιν αὐτήν εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως σοφίαν δὲ καὶ παιδείαν ἀσεβει̃ς ἐξουθενήσουσιν
8 ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώση̨ θεσμοὺς μητρός σου
9 στέφανον γὰρ χαρίτων δέξη̨ ση̨̃ κορυφη̨̃ καὶ κλοιὸν χρύσεον περὶ σω̨̃ τραχήλω̨
10 υἱέ μή σε πλανήσωσιν ἄνδρες ἀσεβει̃ς μηδὲ βουληθη̨̃ς ἐὰν παρακαλέσωσί σε λέγοντες
11 ἐλθὲ μεθ' ἡμω̃ν κοινώνησον αἵματος κρύψωμεν δὲ εἰς γη̃ν ἄνδρα δίκαιον ἀδίκως
12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ἅ̨δης ζω̃ντα καὶ ἄρωμεν αὐτου̃ τὴν μνήμην ἐκ γη̃ς
13 τὴν κτη̃σιν αὐτου̃ τὴν πολυτελη̃ καταλαβώμεθα πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων
14 τὸν δὲ σὸν κλη̃ρον βάλε ἐν ἡμι̃ν κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμι̃ν
15 μὴ πορευθη̨̃ς ἐν ὁδω̨̃ μετ' αὐτω̃ν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τω̃ν τρίβων αὐτω̃ν
16 οἱ γὰρ πόδες αὐτω̃ν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ του̃ ἐκχέαι αἱ̃μα
17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοι̃ς
18 αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοι̃ς κακά ἡ δὲ καταστροφὴ ἀνδρω̃ν παρανόμων κακή
19 αὑ̃ται αἱ ὁδοί εἰσιν πάντων τω̃ν συντελούντων τὰ ἄνομα τη̨̃ γὰρ ἀσεβεία̨ τὴν ἑαυτω̃ν ψυχὴν ἀφαιρου̃νται
20 σοφία ἐν ἐξόδοις ὑμνει̃ται ἐν δὲ πλατείαις παρρησίαν ἄγει
21 ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται ἐπὶ δὲ πύλαις δυναστω̃ν παρεδρεύει ἐπὶ δὲ πύλαις πόλεως θαρρου̃σα λέγει
22 ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τη̃ς δικαιοσύνης οὐκ αἰσχυνθήσονται οἱ δὲ ἄφρονες τη̃ς ὕβρεως ὄντες ἐπιθυμηταί ἀσεβει̃ς γενόμενοι ἐμίσησαν αἴσθησιν
23 καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις ἰδοὺ προήσομαι ὑμι̃ν ἐμη̃ς πνοη̃ς ῥη̃σιν διδάξω δὲ ὑμα̃ς τὸν ἐμὸν λόγον
24 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε
25 ἀλλὰ ἀκύρους ἐποιει̃τε ἐμὰς βουλάς τοι̃ς δὲ ἐμοι̃ς ἐλέγχοις ἠπειθήσατε
26 τοιγαρου̃ν κἀγὼ τη̨̃ ὑμετέρα̨ ἀπωλεία̨ ἐπιγελάσομαι καταχαρου̃μαι δέ ἡνίκα ἂν ἔρχηται ὑμι̃ν ὄλεθρος
27 καὶ ὡς ἂν ἀφίκηται ὑμι̃ν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρη̨̃ καὶ ὅταν ἔρχηται ὑμι̃ν θλι̃ψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμι̃ν ὄλεθρος
28 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμω̃ν ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν
29 ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον του̃ κυρίου οὐ προείλαντο
30 οὐδὲ ἤθελον ἐμαι̃ς προσέχειν βουλαι̃ς ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους
31 τοιγαρου̃ν ἔδονται τη̃ς ἑαυτω̃ν ὁδου̃ τοὺς καρποὺς καὶ τη̃ς ἑαυτω̃ν ἀσεβείας πλησθήσονται
32 ἀνθ' ὡ̃ν γὰρ ἠδίκουν νηπίους φονευθήσονται καὶ ἐξετασμὸς ἀσεβει̃ς ὀλει̃
33 ὁ δὲ ἐμου̃ ἀκούων κατασκηνώσει ἐπ' ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.