1 υἱέ ἐμη̨̃ σοφία̨ πρόσεχε ἐμοι̃ς δὲ λόγοις παράβαλλε σὸν οὐ̃ς |
2 ἵνα φυλάξη̨ς ἔννοιαν ἀγαθήν αἴσθησιν δὲ ἐμω̃ν χειλέων ἐντέλλομαί σοι |
3 μὴ πρόσεχε φαύλη̨ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα |
4 ὕστερον μέντοι πικρότερον χολη̃ς εὑρήσεις καὶ ἠκονημένον μα̃λλον μαχαίρας διστόμου |
5 τη̃ς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτη̨̃ μετὰ θανάτου εἰς τὸν ἅ̨δην τὰ δὲ ἴχνη αὐτη̃ς οὐκ ἐρείδεται |
6 ὁδοὺς γὰρ ζωη̃ς οὐκ ἐπέρχεται σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτη̃ς καὶ οὐκ εὔγνωστοι |
7 νυ̃ν οὐ̃ν υἱέ ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήση̨ς ἐμοὺς λόγους |
8 μακρὰν ποίησον ἀπ' αὐτη̃ς σὴν ὁδόν μὴ ἐγγίση̨ς πρὸς θύραις οἴκων αὐτη̃ς |
9 ἵνα μὴ πρόη̨ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν |
10 ἵνα μὴ πλησθω̃σιν ἀλλότριοι ση̃ς ἰσχύος οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν |
11 καὶ μεταμεληθήση̨ ἐπ' ἐσχάτων ἡνίκα ἂν κατατριβω̃σιν σάρκες σώματός σου |
12 καὶ ἐρει̃ς πω̃ς ἐμίσησα παιδείαν καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου |
13 οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὐ̃ς μου |
14 παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακω̨̃ ἐν μέσω̨ ἐκκλησίας καὶ συναγωγη̃ς |
15 πι̃νε ὕδατα ἀπὸ σω̃ν ἀγγείων καὶ ἀπὸ σω̃ν φρεάτων πηγη̃ς |
16 μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τη̃ς ση̃ς πηγη̃ς εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα |
17 ἔστω σοι μόνω̨ ὑπάρχοντα καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι |
18 ἡ πηγή σου του̃ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τη̃ς ἐκ νεότητός σου |
19 ἔλαφος φιλίας καὶ πω̃λος σω̃ν χαρίτων ὁμιλείτω σοι ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρω̨̃ ἐν γὰρ τη̨̃ ταύτης φιλία̨ συμπεριφερόμενος πολλοστὸς ἔση̨ |
20 μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τη̃ς μὴ ἰδίας |
21 ἐνώπιον γάρ εἰσιν τω̃ν του̃ θεου̃ ὀφθαλμω̃ν ὁδοὶ ἀνδρός εἰς δὲ πάσας τὰς τροχιὰς αὐτου̃ σκοπεύει |
22 παρανομίαι ἄνδρα ἀγρεύουσιν σειραι̃ς δὲ τω̃ν ἑαυτου̃ ἁμαρτιω̃ν ἕκαστος σφίγγεται |
23 οὑ̃τος τελευτα̨̃ μετὰ ἀπαιδεύτων ἐκ δὲ πλήθους τη̃ς ἑαυτου̃ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι' ἀφροσύνην |