1 προσευχὴ τω̨̃ πτωχω̨̃ ὅταν ἀκηδιάση̨ καὶ ἐναντίον κυρίου ἐκχέη̨ τὴν δέησιν αὐτου̃ |
2 εἰσάκουσον κύριε τη̃ς προσευχη̃ς μου καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω |
3 μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπ' ἐμου̃ ἐν ἡ̨̃ ἂν ἡμέρα̨ θλίβωμαι κλι̃νον τὸ οὐ̃ς σου πρός με ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλέσωμαί σε ταχὺ εἰσάκουσόν μου |
4 ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου καὶ τὰ ὀστα̃ μου ὡσεὶ φρύγιον συνεφρύγησαν |
5 ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου ὅτι ἐπελαθόμην του̃ φαγει̃ν τὸν ἄρτον μου |
6 ἀπὸ φωνη̃ς του̃ στεναγμου̃ μου ἐκολλήθη τὸ ὀστου̃ν μου τη̨̃ σαρκί μου |
7 ὡμοιώθην πελεκα̃νι ἐρημικω̨̃ ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδω̨ |
8 ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι |
9 ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου καὶ οἱ ἐπαινου̃ντές με κατ' ἐμου̃ ὤμνυον |
10 ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμου̃ ἐκίρνων |
11 ἀπὸ προσώπου τη̃ς ὀργη̃ς σου καὶ του̃ θυμου̃ σου ὅτι ἐπάρας κατέρραξάς με |
12 αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην |
13 σὺ δέ κύριε εἰς τὸν αἰω̃να μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν |
14 σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιων ὅτι καιρὸς του̃ οἰκτιρη̃σαι αὐτήν ὅτι ἥκει καιρός |
15 ὅτι εὐδόκησαν οἱ δου̃λοί σου τοὺς λίθους αὐτη̃ς καὶ τὸν χου̃ν αὐτη̃ς οἰκτιρήσουσιν |
16 καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα κυρίου καὶ πάντες οἱ βασιλει̃ς τη̃ς γη̃ς τὴν δόξαν σου |
17 ὅτι οἰκοδομήσει κύριος τὴν Σιων καὶ ὀφθήσεται ἐν τη̨̃ δόξη̨ αὐτου̃ |
18 ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τω̃ν ταπεινω̃ν καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτω̃ν |
19 γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον |
20 ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτου̃ κύριος ἐξ οὐρανου̃ ἐπὶ τὴν γη̃ν ἐπέβλεψεν |
21 του̃ ἀκου̃σαι τὸν στεναγμὸν τω̃ν πεπεδημένων του̃ λυ̃σαι τοὺς υἱοὺς τω̃ν τεθανατωμένων |
22 του̃ ἀναγγει̃λαι ἐν Σιων τὸ ὄνομα κυρίου καὶ τὴν αἴνεσιν αὐτου̃ ἐν Ιερουσαλημ |
23 ἐν τω̨̃ συναχθη̃ναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλείας του̃ δουλεύειν τω̨̃ κυρίω̨ |
24 ἀπεκρίθη αὐτω̨̃ ἐν ὁδω̨̃ ἰσχύος αὐτου̃ τὴν ὀλιγότητα τω̃ν ἡμερω̃ν μου ἀνάγγειλόν μοι |
25 μὴ ἀναγάγη̨ς με ἐν ἡμίσει ἡμερω̃ν μου ἐν γενεα̨̃ γενεω̃ν τὰ ἔτη σου |
26 κατ' ἀρχὰς σύ κύριε τὴν γη̃ν ἐθεμελίωσας καὶ ἔργα τω̃ν χειρω̃ν σού εἰσιν οἱ οὐρανοί |
27 αὐτοὶ ἀπολου̃νται σὺ δὲ διαμενει̃ς καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς καὶ ἀλλαγήσονται |
28 σὺ δὲ ὁ αὐτὸς εἰ̃ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν |
29 οἱ υἱοὶ τω̃ν δούλων σου κατασκηνώσουσιν καὶ τὸ σπέρμα αὐτω̃ν εἰς τὸν αἰω̃να κατευθυνθήσεται |