ΨΑΛΜΟΙ,
ψαλμὀς 102
1 τω̨̃ Δαυιδ εὐλόγει ἡ ψυχή μου τὸν κύριον καί πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτου̃ |
2 εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτου̃ |
3 τὸν εὐιλατεύοντα πάσαις ται̃ς ἀνομίαις σου τὸν ἰώμενον πάσας τὰς νόσους σου |
4 τὸν λυτρούμενον ἐκ φθορα̃ς τὴν ζωήν σου τὸν στεφανου̃ντά σε ἐν ἐλέει καὶ οἰκτιρμοι̃ς |
5 τὸν ἐμπιπλω̃ντα ἐν ἀγαθοι̃ς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετου̃ ἡ νεότης σου |
6 ποιω̃ν ἐλεημοσύνας ὁ κύριος καὶ κρίμα πα̃σι τοι̃ς ἀδικουμένοις |
7 ἐγνώρισεν τὰς ὁδοὺς αὐτου̃ τω̨̃ Μωυση̨̃ τοι̃ς υἱοι̃ς Ισραηλ τὰ θελήματα αὐτου̃ |
8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος |
9 οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰω̃να μηνιει̃ |
10 οὐ κατὰ τὰς ἁμαρτίας ἡμω̃ν ἐποίησεν ἡμι̃ν οὐδὲ κατὰ τὰς ἀνομίας ἡμω̃ν ἀνταπέδωκεν ἡμι̃ν |
11 ὅτι κατὰ τὸ ὕψος του̃ οὐρανου̃ ἀπὸ τη̃ς γη̃ς ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτου̃ ἐπὶ τοὺς φοβουμένους αὐτόν |
12 καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμω̃ν ἐμάκρυνεν ἀφ' ἡμω̃ν τὰς ἀνομίας ἡμω̃ν |
13 καθὼς οἰκτίρει πατὴρ υἱούς οἰκτίρησεν κύριος τοὺς φοβουμένους αὐτόν |
14 ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμω̃ν μνήσθητι ὅτι χου̃ς ἐσμεν |
15 ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτου̃ ὡσεὶ ἄνθος του̃ ἀγρου̃ οὕτως ἐξανθήσει |
16 ὅτι πνευ̃μα διη̃λθεν ἐν αὐτω̨̃ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτου̃ |
17 τὸ δὲ ἔλεος του̃ κυρίου ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος ἐπὶ τοὺς φοβουμένους αὐτόν καὶ ἡ δικαιοσύνη αὐτου̃ ἐπὶ υἱοὺς υἱω̃ν |
18 τοι̃ς φυλάσσουσιν τὴν διαθήκην αὐτου̃ καὶ μεμνημένοις τω̃ν ἐντολω̃ν αὐτου̃ του̃ ποιη̃σαι αὐτάς |
19 κύριος ἐν τω̨̃ οὐρανω̨̃ ἡτοίμασεν τὸν θρόνον αὐτου̃ καὶ ἡ βασιλεία αὐτου̃ πάντων δεσπόζει |
20 εὐλογει̃τε τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτου̃ δυνατοὶ ἰσχύι ποιου̃ντες τὸν λόγον αὐτου̃ του̃ ἀκου̃σαι τη̃ς φωνη̃ς τω̃ν λόγων αὐτου̃ |
21 εὐλογει̃τε τὸν κύριον πα̃σαι αἱ δυνάμεις αὐτου̃ λειτουργοὶ αὐτου̃ ποιου̃ντες τὸ θέλημα αὐτου̃ |
22 εὐλογει̃τε τὸν κύριον πάντα τὰ ἔργα αὐτου̃ ἐν παντὶ τόπω̨ τη̃ς δεσποτείας αὐτου̃ εὐλόγει ἡ ψυχή μου τὸν κύριον |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.