Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 112

αλληλουια αἰνει̃τε παι̃δες κύριον αἰνει̃τε τὸ ὄνομα κυρίου
εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος
ἀπὸ ἀνατολω̃ν ἡλίου μέχρι δυσμω̃ν αἰνει̃τε τὸ ὄνομα κυρίου
ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτου̃
τίς ὡς κύριος ὁ θεὸς ἡμω̃ν ὁ ἐν ὑψηλοι̃ς κατοικω̃ν
καὶ τὰ ταπεινὰ ἐφορω̃ν ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐν τη̨̃ γη̨̃
ὁ ἐγείρων ἀπὸ γη̃ς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψω̃ν πένητα
του̃ καθίσαι αὐτὸν μετὰ ἀρχόντων μετὰ ἀρχόντων λαου̃ αὐτου̃
ὁ κατοικίζων στει̃ραν ἐν οἴκω̨ μητέρα τέκνων εὐφραινομένην
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.