Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 113

αλληλουια ἐν ἐξόδω̨ Ισραηλ ἐξ Αἰγύπτου οἴκου Ιακωβ ἐκ λαου̃ βαρβάρου
ἐγενήθη Ιουδαία ἁγίασμα αὐτου̃ Ισραηλ ἐξουσία αὐτου̃
ἡ θάλασσα εἰ̃δεν καὶ ἔφυγεν ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
τί σοί ἐστιν θάλασσα ὅτι ἔφυγες καὶ σοί Ιορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω
τὰ ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γη̃ ἀπὸ προσώπου του̃ θεου̃ Ιακωβ
του̃ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων
μὴ ἡμι̃ν κύριε μὴ ἡμι̃ν ἀλλ' ἢ τω̨̃ ὀνόματί σου δὸς δόξαν ἐπὶ τω̨̃ ἐλέει σου καὶ τη̨̃ ἀληθεία̨ σου
10 μήποτε εἴπωσιν τὰ ἔθνη που̃ ἐστιν ὁ θεὸς αὐτω̃ν
11 ὁ δὲ θεὸς ἡμω̃ν ἐν τω̨̃ οὐρανω̨̃ ἄνω ἐν τοι̃ς οὐρανοι̃ς καὶ ἐν τη̨̃ γη̨̃ πάντα ὅσα ἠθέλησεν ἐποίησεν
12 τὰ εἴδωλα τω̃ν ἐθνω̃ν ἀργύριον καὶ χρυσίον ἔργα χειρω̃ν ἀνθρώπων
13 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται
14 ὠ̃τα ἔχουσιν καὶ οὐκ ἀκούσονται ῥι̃νας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται
15 χει̃ρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τω̨̃ λάρυγγι αὐτω̃ν
16 ὅμοιοι αὐτοι̃ς γένοιντο οἱ ποιου̃ντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοι̃ς
17 οἰ̃κος Ισραηλ ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτω̃ν καὶ ὑπερασπιστὴς αὐτω̃ν ἐστιν
18 οἰ̃κος Ααρων ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτω̃ν καὶ ὑπερασπιστὴς αὐτω̃ν ἐστιν
19 οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον βοηθὸς αὐτω̃ν καὶ ὑπερασπιστὴς αὐτω̃ν ἐστιν
20 κύριος ἐμνήσθη ἡμω̃ν καὶ εὐλόγησεν ἡμα̃ς εὐλόγησεν τὸν οἰ̃κον Ισραηλ εὐλόγησεν τὸν οἰ̃κον Ααρων
21 εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον τοὺς μικροὺς μετὰ τω̃ν μεγάλων
22 προσθείη κύριος ἐφ' ὑμα̃ς ἐφ' ὑμα̃ς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμω̃ν
23 εὐλογημένοι ὑμει̃ς τω̨̃ κυρίω̨ τω̨̃ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γη̃ν
24 ὁ οὐρανὸς του̃ οὐρανου̃ τω̨̃ κυρίω̨ τὴν δὲ γη̃ν ἔδωκεν τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων
25 οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε κύριε οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ἅ̨δου
26 ἀλλ' ἡμει̃ς οἱ ζω̃ντες εὐλογήσομεν τὸν κύριον ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.