Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 120

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἠ̃ρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη πόθεν ἥξει ἡ βοήθειά μου
ἡ βοήθειά μου παρὰ κυρίου του̃ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γη̃ν
μὴ δω̨̃ς εἰς σάλον τὸν πόδα σου μηδὲ νυστάξη̨ ὁ φυλάσσων σε
ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ισραηλ
κύριος φυλάξει σε κύριος σκέπη σου ἐπὶ χει̃ρα δεξιάν σου
ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα
κύριος φυλάξει σε ἀπὸ παντὸς κακου̃ φυλάξει τὴν ψυχήν σου
κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος

ΨΑΛΜΟΙ, ψαλμὀς 121

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν εὐφράνθην ἐπὶ τοι̃ς εἰρηκόσιν μοι εἰς οἰ̃κον κυρίου πορευσόμεθα
ἑστω̃τες ἠ̃σαν οἱ πόδες ἡμω̃ν ἐν ται̃ς αὐλαι̃ς σου Ιερουσαλημ
Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἡ̃ς ἡ μετοχὴ αὐτη̃ς ἐπὶ τὸ αὐτό
ἐκει̃ γὰρ ἀνέβησαν αἱ φυλαί φυλαὶ κυρίου μαρτύριον τω̨̃ Ισραηλ του̃ ἐξομολογήσασθαι τω̨̃ ὀνόματι κυρίου
ὅτι ἐκει̃ ἐκάθισαν θρόνοι εἰς κρίσιν θρόνοι ἐπὶ οἰ̃κον Δαυιδ
ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ καὶ εὐθηνία τοι̃ς ἀγαπω̃σίν σε
γενέσθω δὴ εἰρήνη ἐν τη̨̃ δυνάμει σου καὶ εὐθηνία ἐν ται̃ς πυργοβάρεσίν σου
ἕνεκα τω̃ν ἀδελφω̃ν μου καὶ τω̃ν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σου̃
ἕνεκα του̃ οἴκου κυρίου του̃ θεου̃ ἡμω̃ν ἐξεζήτησα ἀγαθά σοι

ΨΑΛΜΟΙ, ψαλμὀς 122

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν πρὸς σὲ ἠ̃ρα τοὺς ὀφθαλμούς μου τὸν κατοικου̃ντα ἐν τω̨̃ οὐρανω̨̃
ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χει̃ρας τω̃ν κυρίων αὐτω̃ν ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χει̃ρας τη̃ς κυρίας αὐτη̃ς οὕτως οἱ ὀφθαλμοὶ ἡμω̃ν πρὸς κύριον τὸν θεὸν ἡμω̃ν ἕως οὑ̃ οἰκτιρήσαι ἡμα̃ς
ἐλέησον ἡμα̃ς κύριε ἐλέησον ἡμα̃ς ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως
ἐπὶ πλει̃ον ἐπλήσθη ἡ ψυχὴ ἡμω̃ν τὸ ὄνειδος τοι̃ς εὐθηνου̃σιν καὶ ἡ ἐξουδένωσις τοι̃ς ὑπερηφάνοις

ΨΑΛΜΟΙ, ψαλμὀς 123

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν εἰ μὴ ὅτι κύριος ἠ̃ν ἐν ἡμι̃ν εἰπάτω δὴ Ισραηλ
εἰ μὴ ὅτι κύριος ἠ̃ν ἐν ἡμι̃ν ἐν τω̨̃ ἐπαναστη̃ναι ἀνθρώπους ἐφ' ἡμα̃ς
ἄρα ζω̃ντας ἂν κατέπιον ἡμα̃ς ἐν τω̨̃ ὀργισθη̃ναι τὸν θυμὸν αὐτω̃ν ἐφ' ἡμα̃ς
ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμα̃ς χείμαρρον διη̃λθεν ἡ ψυχὴ ἡμω̃ν
ἄρα διη̃λθεν ἡ ψυχὴ ἡμω̃ν τὸ ὕδωρ τὸ ἀνυπόστατον
εὐλογητὸς κύριος ὃς οὐκ ἔδωκεν ἡμα̃ς εἰς θήραν τοι̃ς ὀδου̃σιν αὐτω̃ν
ἡ ψυχὴ ἡμω̃ν ὡς στρουθίον ἐρρύσθη ἐκ τη̃ς παγίδος τω̃ν θηρευόντων ἡ παγὶς συνετρίβη καὶ ἡμει̃ς ἐρρύσθημεν
ἡ βοήθεια ἡμω̃ν ἐν ὀνόματι κυρίου του̃ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γη̃ν

ΨΑΛΜΟΙ, ψαλμὀς 124

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιων οὐ σαλευθήσεται εἰς τὸν αἰω̃να ὁ κατοικω̃ν Ιερουσαλημ
ὄρη κύκλω̨ αὐτη̃ς καὶ κύριος κύκλω̨ του̃ λαου̃ αὐτου̃ ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος
ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τω̃ν ἁμαρτωλω̃ν ἐπὶ τὸν κλη̃ρον τω̃ν δικαίων ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομία̨ χει̃ρας αὐτω̃ν
ἀγάθυνον κύριε τοι̃ς ἀγαθοι̃ς καὶ τοι̃ς εὐθέσι τη̨̃ καρδία̨
τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τω̃ν ἐργαζομένων τὴν ἀνομίαν εἰρήνη ἐπὶ τὸν Ισραηλ

ΨΑΛΜΟΙ, ψαλμὀς 125

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἐν τω̨̃ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων ἐγενήθημεν ὡς παρακεκλημένοι
τότε ἐπλήσθη χαρα̃ς τὸ στόμα ἡμω̃ν καὶ ἡ γλω̃σσα ἡμω̃ν ἀγαλλιάσεως τότε ἐρου̃σιν ἐν τοι̃ς ἔθνεσιν ἐμεγάλυνεν κύριος του̃ ποιη̃σαι μετ' αὐτω̃ν
ἐμεγάλυνεν κύριος του̃ ποιη̃σαι μεθ' ἡμω̃ν ἐγενήθημεν εὐφραινόμενοι
ἐπίστρεψον κύριε τὴν αἰχμαλωσίαν ἡμω̃ν ὡς χειμάρρους ἐν τω̨̃ νότω̨
οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριου̃σιν
πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτω̃ν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτω̃ν

ΨΑΛΜΟΙ, ψαλμὀς 126

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν τω̨̃ Σαλωμων ἐὰν μὴ κύριος οἰκοδομήση̨ οἰ̃κον εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομου̃ντες αὐτόν ἐὰν μὴ κύριος φυλάξη̨ πόλιν εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων
εἰς μάτην ὑμι̃ν ἐστιν του̃ ὀρθρίζειν ἐγείρεσθαι μετὰ τὸ καθη̃σθαι οἱ ἔσθοντες ἄρτον ὀδύνης ὅταν δω̨̃ τοι̃ς ἀγαπητοι̃ς αὐτου̃ ὕπνον
ἰδοὺ ἡ κληρονομία κυρίου υἱοί ὁ μισθὸς του̃ καρπου̃ τη̃ς γαστρός
ὡσεὶ βέλη ἐν χειρὶ δυνατου̃ οὕτως οἱ υἱοὶ τω̃ν ἐκτετιναγμένων
μακάριος ἄνθρωπος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτου̃ ἐξ αὐτω̃ν οὐ καταισχυνθήσονται ὅταν λαλω̃σι τοι̃ς ἐχθροι̃ς αὐτω̃ν ἐν πύλη̨

ΨΑΛΜΟΙ, ψαλμὀς 127

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃
τοὺς πόνους τω̃ν καρπω̃ν σου φάγεσαι μακάριος εἰ̃ καὶ καλω̃ς σοι ἔσται
ἡ γυνή σου ὡς ἄμπελος εὐθηνου̃σα ἐν τοι̃ς κλίτεσι τη̃ς οἰκίας σου οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιω̃ν κύκλω̨ τη̃ς τραπέζης σου
ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον
εὐλογήσαι σε κύριος ἐκ Σιων καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς σου
καὶ ἴδοις υἱοὺς τω̃ν υἱω̃ν σου εἰρήνη ἐπὶ τὸν Ισραηλ

ΨΑΛΜΟΙ, ψαλμὀς 128

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Ισραηλ
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι
ἐπὶ του̃ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτω̃ν
κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλω̃ν
αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισου̃ντες Σιων
γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ του̃ ἐκσπασθη̃ναι ἐξηράνθη
οὑ̃ οὐκ ἐπλήρωσεν τὴν χει̃ρα αὐτου̃ ὁ θερίζων καὶ τὸν κόλπον αὐτου̃ ὁ τὰ δράγματα συλλέγων
καὶ οὐκ εἰ̃παν οἱ παράγοντες εὐλογία κυρίου ἐφ' ὑμα̃ς εὐλογήκαμεν ὑμα̃ς ἐν ὀνόματι κυρίου

ΨΑΛΜΟΙ, ψαλμὀς 129

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἐκ βαθέων ἐκέκραξά σε κύριε
κύριε εἰσάκουσον τη̃ς φωνη̃ς μου γενηθήτω τὰ ὠ̃τά σου προσέχοντα εἰς τὴν φωνὴν τη̃ς δεήσεώς μου
ἐὰν ἀνομίας παρατηρήση̨ κύριε κύριε τίς ὑποστήσεται
ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν
ἕνεκεν του̃ νόμου σου ὑπέμεινά σε κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακη̃ς πρωίας μέχρι νυκτός ἀπὸ φυλακη̃ς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον
ὅτι παρὰ τω̨̃ κυρίω̨ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτω̨̃ λύτρωσις
καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασω̃ν τω̃ν ἀνομιω̃ν αὐτου̃

ΨΑΛΜΟΙ, ψαλμὀς 130

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν τω̨̃ Δαυιδ κύριε οὐχ ὑψώθη μου ἡ καρδία οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ
εἰ μὴ ἐταπεινοφρόνουν ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτου̃ ὡς ἀνταπόδοσις ἐπὶ τὴν ψυχήν μου
ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον ἀπὸ του̃ νυ̃ν καὶ ἕως του̃ αἰω̃νος

ΨΑΛΜΟΙ, ψαλμὀς 131

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν μνήσθητι κύριε του̃ Δαυιδ καὶ πάσης τη̃ς πραΰτητος αὐτου̃
ὡς ὤμοσεν τω̨̃ κυρίω̨ ηὔξατο τω̨̃ θεω̨̃ Ιακωβ
εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνη̃ς μου
εἰ δώσω ὕπνον τοι̃ς ὀφθαλμοι̃ς μου καὶ τοι̃ς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοι̃ς κροτάφοις μου
ἕως οὑ̃ εὕρω τόπον τω̨̃ κυρίω̨ σκήνωμα τω̨̃ θεω̨̃ Ιακωβ
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα εὕρομεν αὐτὴν ἐν τοι̃ς πεδίοις του̃ δρυμου̃
εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτου̃ προσκυνήσομεν εἰς τὸν τόπον οὑ̃ ἔστησαν οἱ πόδες αὐτου̃
ἀνάστηθι κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς του̃ ἁγιάσματός σου
οἱ ἱερει̃ς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται
10 ἕνεκεν Δαυιδ του̃ δούλου σου μὴ ἀποστρέψη̨ς τὸ πρόσωπον του̃ χριστου̃ σου
11 ὤμοσεν κύριος τω̨̃ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρπου̃ τη̃ς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου
12 ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταυ̃τα ἃ διδάξω αὐτούς καὶ οἱ υἱοὶ αὐτω̃ν ἕως του̃ αἰω̃νος καθιου̃νται ἐπὶ του̃ θρόνου σου
13 ὅτι ἐξελέξατο κύριος τὴν Σιων ἡ̨ρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτω̨̃
14 αὕτη ἡ κατάπαυσίς μου εἰς αἰω̃να αἰω̃νος ὡ̃δε κατοικήσω ὅτι ἡ̨ρετισάμην αὐτήν
15 τὴν θήραν αὐτη̃ς εὐλογω̃ν εὐλογήσω τοὺς πτωχοὺς αὐτη̃ς χορτάσω ἄρτων
16 τοὺς ἱερει̃ς αὐτη̃ς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτη̃ς ἀγαλλιάσει ἀγαλλιάσονται
17 ἐκει̃ ἐξανατελω̃ κέρας τω̨̃ Δαυιδ ἡτοίμασα λύχνον τω̨̃ χριστω̨̃ μου
18 τοὺς ἐχθροὺς αὐτου̃ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου

ΨΑΛΜΟΙ, ψαλμὀς 132

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν τω̨̃ Δαυιδ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικει̃ν ἀδελφοὺς ἐπὶ τὸ αὐτό
ὡς μύρον ἐπὶ κεφαλη̃ς τὸ καταβαι̃νον ἐπὶ πώγωνα τὸν πώγωνα τὸν Ααρων τὸ καταβαι̃νον ἐπὶ τὴν ὤ̨αν του̃ ἐνδύματος αὐτου̃
ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων ὅτι ἐκει̃ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως του̃ αἰω̃νος

ΨΑΛΜΟΙ, ψαλμὀς 133

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἰδοὺ δὴ εὐλογει̃τε τὸν κύριον πάντες οἱ δου̃λοι κυρίου οἱ ἑστω̃τες ἐν οἴκω̨ κυρίου ἐν αὐλαι̃ς οἴκου θεου̃ ἡμω̃ν
ἐν ται̃ς νυξὶν ἐπάρατε τὰς χει̃ρας ὑμω̃ν εἰς τὰ ἅγια καὶ εὐλογει̃τε τὸν κύριον
εὐλογήσει σε κύριος ἐκ Σιων ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γη̃ν

ΨΑΛΜΟΙ, ψαλμὀς 134

αλληλουια αἰνει̃τε τὸ ὄνομα κυρίου αἰνει̃τε δου̃λοι κύριον
οἱ ἑστω̃τες ἐν οἴκω̨ κυρίου ἐν αὐλαι̃ς οἴκου θεου̃ ἡμω̃ν
αἰνει̃τε τὸν κύριον ὅτι ἀγαθὸς κύριος ψάλατε τω̨̃ ὀνόματι αὐτου̃ ὅτι καλόν
ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτω̨̃ ὁ κύριος Ισραηλ εἰς περιουσιασμὸν αὐτου̃
ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμω̃ν παρὰ πάντας τοὺς θεούς
πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐν τη̨̃ γη̨̃ ἐν ται̃ς θαλάσσαις καὶ ἐν πάσαις ται̃ς ἀβύσσοις
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρω̃ν αὐτου̃
ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους
ἐξαπέστειλεν σημει̃α καὶ τέρατα ἐν μέσω̨ σου Αἴγυπτε ἐν Φαραω καὶ ἐν πα̃σι τοι̃ς δούλοις αὐτου̃
10 ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλει̃ς κραταιούς
11 τὸν Σηων βασιλέα τω̃ν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τη̃ς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν
12 καὶ ἔδωκεν τὴν γη̃ν αὐτω̃ν κληρονομίαν κληρονομίαν Ισραηλ λαω̨̃ αὐτου̃
13 κύριε τὸ ὄνομά σου εἰς τὸν αἰω̃να κύριε τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν
14 ὅτι κρινει̃ κύριος τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοι̃ς δούλοις αὐτου̃ παρακληθήσεται
15 τὰ εἴδωλα τω̃ν ἐθνω̃ν ἀργύριον καὶ χρυσίον ἔργα χειρω̃ν ἀνθρώπων
16 στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται
17 ὠ̃τα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται ῥι̃νας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται χει̃ρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τω̨̃ λάρυγγι αὐτω̃ν οὐδὲ γάρ ἐστιν πνευ̃μα ἐν τω̨̃ στόματι αὐτω̃ν
18 ὅμοιοι αὐτοι̃ς γένοιντο οἱ ποιου̃ντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοι̃ς
19 οἰ̃κος Ισραηλ εὐλογήσατε τὸν κύριον οἰ̃κος Ααρων εὐλογήσατε τὸν κύριον
20 οἰ̃κος Λευι εὐλογήσατε τὸν κύριον οἱ φοβούμενοι τὸν κύριον εὐλογήσατε τὸν κύριον
21 εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικω̃ν Ιερουσαλημ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.