Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 135

αλληλουια ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι χρηστός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
ἐξομολογει̃σθε τω̨̃ θεω̨̃ τω̃ν θεω̃ν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ τω̃ν κυρίων ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
τω̨̃ ποιου̃ντι θαυμάσια μεγάλα μόνω̨ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
τω̨̃ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
τω̨̃ στερεώσαντι τὴν γη̃ν ἐπὶ τω̃ν ὑδάτων ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
τω̨̃ ποιήσαντι φω̃τα μεγάλα μόνω̨ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
τὸν ἥλιον εἰς ἐξουσίαν τη̃ς ἡμέρας ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
τὴν σελήνην καὶ τὰ ἄστρα εἰς ἐξουσίαν τη̃ς νυκτός ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
10 τω̨̃ πατάξαντι Αἴγυπτον σὺν τοι̃ς πρωτοτόκοις αὐτω̃ν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
11 καὶ ἐξαγαγόντι τὸν Ισραηλ ἐκ μέσου αὐτω̃ν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
12 ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
13 τω̨̃ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
14 καὶ διαγαγόντι τὸν Ισραηλ διὰ μέσου αὐτη̃ς ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
15 καὶ ἐκτινάξαντι Φαραω καὶ τὴν δύναμιν αὐτου̃ εἰς θάλασσαν ἐρυθράν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
16 τω̨̃ διαγαγόντι τὸν λαὸν αὐτου̃ ἐν τη̨̃ ἐρήμω̨ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ τω̨̃ ἐξαγαγόντι ὕδωρ ἐκ πέτρας ἀκροτόμου ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
17 τω̨̃ πατάξαντι βασιλει̃ς μεγάλους ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
18 καὶ ἀποκτείναντι βασιλει̃ς κραταιούς ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
19 τὸν Σηων βασιλέα τω̃ν Αμορραίων ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
20 καὶ τὸν Ωγ βασιλέα τη̃ς Βασαν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
21 καὶ δόντι τὴν γη̃ν αὐτω̃ν κληρονομίαν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
22 κληρονομίαν Ισραηλ δούλω̨ αὐτου̃ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
23 ὅτι ἐν τη̨̃ ταπεινώσει ἡμω̃ν ἐμνήσθη ἡμω̃ν ὁ κύριος ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
24 καὶ ἐλυτρώσατο ἡμα̃ς ἐκ τω̃ν ἐχθρω̃ν ἡμω̃ν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
25 ὁ διδοὺς τροφὴν πάση̨ σαρκί ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
26 ἐξομολογει̃σθε τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ τω̃ν κυρίων ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.