ΨΑΛΜΟΙ,
ψαλμὀς 128
1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Ισραηλ |
2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι |
3 ἐπὶ του̃ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτω̃ν |
4 κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλω̃ν |
5 αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισου̃ντες Σιων |
6 γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ του̃ ἐκσπασθη̃ναι ἐξηράνθη |
7 οὑ̃ οὐκ ἐπλήρωσεν τὴν χει̃ρα αὐτου̃ ὁ θερίζων καὶ τὸν κόλπον αὐτου̃ ὁ τὰ δράγματα συλλέγων |
8 καὶ οὐκ εἰ̃παν οἱ παράγοντες εὐλογία κυρίου ἐφ' ὑμα̃ς εὐλογήκαμεν ὑμα̃ς ἐν ὀνόματι κυρίου |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.