ΨΑΛΜΟΙ,
ψαλμὀς 129
1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἐκ βαθέων ἐκέκραξά σε κύριε |
2 κύριε εἰσάκουσον τη̃ς φωνη̃ς μου γενηθήτω τὰ ὠ̃τά σου προσέχοντα εἰς τὴν φωνὴν τη̃ς δεήσεώς μου |
3 ἐὰν ἀνομίας παρατηρήση̨ κύριε κύριε τίς ὑποστήσεται |
4 ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν |
5 ἕνεκεν του̃ νόμου σου ὑπέμεινά σε κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου |
6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακη̃ς πρωίας μέχρι νυκτός ἀπὸ φυλακη̃ς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον |
7 ὅτι παρὰ τω̨̃ κυρίω̨ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτω̨̃ λύτρωσις |
8 καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ ἐκ πασω̃ν τω̃ν ἀνομιω̃ν αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.