Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 13

1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ εἰ̃πεν ἄφρων ἐν καρδία̨ αὐτου̃ οὐκ ἔστιν θεός διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν οὐκ ἔστιν ποιω̃ν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός
2 κύριος ἐκ του̃ οὐρανου̃ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τω̃ν ἀνθρώπων του̃ ἰδει̃ν εἰ ἔστιν συνίων ἢ ἐκζητω̃ν τὸν θεόν
3 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιω̃ν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός τάφος ἀνεω̨γμένος ὁ λάρυγξ αὐτω̃ν ται̃ς γλώσσαις αὐτω̃ν ἐδολιου̃σαν ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτω̃ν ὡ̃ν τὸ στόμα ἀρα̃ς καὶ πικρίας γέμει ὀξει̃ς οἱ πόδες αὐτω̃ν ἐκχέαι αἱ̃μα σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν οὐκ ἔστιν φόβος θεου̃ ἀπέναντι τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν
4 οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο
5 ἐκει̃ ἐδειλίασαν φόβω̨ οὑ̃ οὐκ ἠ̃ν φόβος ὅτι ὁ θεὸς ἐν γενεα̨̃ δικαία̨
6 βουλὴν πτωχου̃ κατη̨σχύνατε ὅτι κύριος ἐλπὶς αὐτου̃ ἐστιν
7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον του̃ Ισραηλ ἐν τω̨̃ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν του̃ λαου̃ αὐτου̃ ἀγαλλιάσθω Ιακωβ καὶ εὐφρανθήτω Ισραηλ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.