Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 131

ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν μνήσθητι κύριε του̃ Δαυιδ καὶ πάσης τη̃ς πραΰτητος αὐτου̃
ὡς ὤμοσεν τω̨̃ κυρίω̨ ηὔξατο τω̨̃ θεω̨̃ Ιακωβ
εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνη̃ς μου
εἰ δώσω ὕπνον τοι̃ς ὀφθαλμοι̃ς μου καὶ τοι̃ς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοι̃ς κροτάφοις μου
ἕως οὑ̃ εὕρω τόπον τω̨̃ κυρίω̨ σκήνωμα τω̨̃ θεω̨̃ Ιακωβ
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα εὕρομεν αὐτὴν ἐν τοι̃ς πεδίοις του̃ δρυμου̃
εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτου̃ προσκυνήσομεν εἰς τὸν τόπον οὑ̃ ἔστησαν οἱ πόδες αὐτου̃
ἀνάστηθι κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς του̃ ἁγιάσματός σου
οἱ ἱερει̃ς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται
10 ἕνεκεν Δαυιδ του̃ δούλου σου μὴ ἀποστρέψη̨ς τὸ πρόσωπον του̃ χριστου̃ σου
11 ὤμοσεν κύριος τω̨̃ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρπου̃ τη̃ς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου
12 ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταυ̃τα ἃ διδάξω αὐτούς καὶ οἱ υἱοὶ αὐτω̃ν ἕως του̃ αἰω̃νος καθιου̃νται ἐπὶ του̃ θρόνου σου
13 ὅτι ἐξελέξατο κύριος τὴν Σιων ἡ̨ρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτω̨̃
14 αὕτη ἡ κατάπαυσίς μου εἰς αἰω̃να αἰω̃νος ὡ̃δε κατοικήσω ὅτι ἡ̨ρετισάμην αὐτήν
15 τὴν θήραν αὐτη̃ς εὐλογω̃ν εὐλογήσω τοὺς πτωχοὺς αὐτη̃ς χορτάσω ἄρτων
16 τοὺς ἱερει̃ς αὐτη̃ς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτη̃ς ἀγαλλιάσει ἀγαλλιάσονται
17 ἐκει̃ ἐξανατελω̃ κέρας τω̨̃ Δαυιδ ἡτοίμασα λύχνον τω̨̃ χριστω̨̃ μου
18 τοὺς ἐχθροὺς αὐτου̃ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.