ΨΑΛΜΟΙ,
ψαλμὀς 136
1 τω̨̃ Δαυιδ ἐπὶ τω̃ν ποταμω̃ν Βαβυλω̃νος ἐκει̃ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τω̨̃ μνησθη̃ναι ἡμα̃ς τη̃ς Σιων |
2 ἐπὶ ται̃ς ἰτέαις ἐν μέσω̨ αὐτη̃ς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμω̃ν |
3 ὅτι ἐκει̃ ἐπηρώτησαν ἡμα̃ς οἱ αἰχμαλωτεύσαντες ἡμα̃ς λόγους ὠ̨δω̃ν καὶ οἱ ἀπαγαγόντες ἡμα̃ς ὕμνον ἄ̨σατε ἡμι̃ν ἐκ τω̃ν ὠ̨δω̃ν Σιων |
4 πω̃ς ἄ̨σωμεν τὴν ὠ̨δὴν κυρίου ἐπὶ γη̃ς ἀλλοτρίας |
5 ἐὰν ἐπιλάθωμαί σου Ιερουσαλημ ἐπιλησθείη ἡ δεξιά μου |
6 κολληθείη ἡ γλω̃σσά μου τω̨̃ λάρυγγί μου ἐὰν μή σου μνησθω̃ ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχη̨̃ τη̃ς εὐφροσύνης μου |
7 μνήσθητι κύριε τω̃ν υἱω̃ν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ τω̃ν λεγόντων ἐκκενου̃τε ἐκκενου̃τε ἕως ὁ θεμέλιος ἐν αὐτη̨̃ |
8 θυγάτηρ Βαβυλω̃νος ἡ ταλαίπωρος μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου ὃ ἀνταπέδωκας ἡμι̃ν |
9 μακάριος ὃς κρατήσει καὶ ἐδαφιει̃ τὰ νήπιά σου πρὸς τὴν πέτραν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.