1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ κύριε ἐδοκίμασάς με καὶ ἔγνως με |
2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου σὺ συνη̃κας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν |
3 τὴν τρίβον μου καὶ τὴν σχοι̃νόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προει̃δες |
4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσση̨ μου |
5 ἰδού κύριε σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαι̃α σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χει̃ρά σου |
6 ἐθαυμαστώθη ἡ γνω̃σίς σου ἐξ ἐμου̃ ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν |
7 που̃ πορευθω̃ ἀπὸ του̃ πνεύματός σου καὶ ἀπὸ του̃ προσώπου σου που̃ φύγω |
8 ἐὰν ἀναβω̃ εἰς τὸν οὐρανόν σὺ εἰ̃ ἐκει̃ ἐὰν καταβω̃ εἰς τὸν ἅ̨δην πάρει |
9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τη̃ς θαλάσσης |
10 καὶ γὰρ ἐκει̃ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου |
11 καὶ εἰ̃πα ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τη̨̃ τρυφη̨̃ μου |
12 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σου̃ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται ὡς τὸ σκότος αὐτη̃ς οὕτως καὶ τὸ φω̃ς αὐτη̃ς |
13 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου κύριε ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου |
14 ἐξομολογήσομαί σοι ὅτι φοβερω̃ς ἐθαυμαστώθην θαυμάσια τὰ ἔργα σου καὶ ἡ ψυχή μου γινώσκει σφόδρα |
15 οὐκ ἐκρύβη τὸ ὀστου̃ν μου ἀπὸ σου̃ ὃ ἐποίησας ἐν κρυφη̨̃ καὶ ἡ ὑπόστασίς μου ἐν τοι̃ς κατωτάτοις τη̃ς γη̃ς |
16 τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοι̃ς |
17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ θεός λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτω̃ν |
18 ἐξαριθμήσομαι αὐτούς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σου̃ |
19 ἐὰν ἀποκτείνη̨ς ἁμαρτωλούς ὁ θεός ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ' ἐμου̃ |
20 ὅτι ἐρει̃ς εἰς διαλογισμόν λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου |
21 οὐχὶ τοὺς μισου̃ντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοι̃ς ἐχθροι̃ς σου ἐξετηκόμην |
22 τέλειον μι̃σος ἐμίσουν αὐτούς εἰς ἐχθροὺς ἐγένοντό μοι |
23 δοκίμασόν με ὁ θεός καὶ γνω̃θι τὴν καρδίαν μου ἔτασόν με καὶ γνω̃θι τὰς τρίβους μου |
24 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί καὶ ὁδήγησόν με ἐν ὁδω̨̃ αἰωνία̨ |