ΨΑΛΜΟΙ,
ψαλμὀς 141
1 συνέσεως τω̨̃ Δαυιδ ἐν τω̨̃ εἰ̃ναι αὐτὸν ἐν τω̨̃ σπηλαίω̨ προσευχή |
2 φωνη̨̃ μου πρὸς κύριον ἐκέκραξα φωνη̨̃ μου πρὸς κύριον ἐδεήθην |
3 ἐκχεω̃ ἐναντίον αὐτου̃ τὴν δέησίν μου τὴν θλι̃ψίν μου ἐνώπιον αὐτου̃ ἀπαγγελω̃ |
4 ἐν τω̨̃ ἐκλείπειν ἐξ ἐμου̃ τὸ πνευ̃μά μου καὶ σὺ ἔγνως τὰς τρίβους μου ἐν ὁδω̨̃ ταύτη̨ ἡ̨̃ ἐπορευόμην ἔκρυψαν παγίδα μοι |
5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον ὅτι οὐκ ἠ̃ν ὁ ἐπιγινώσκων με ἀπώλετο φυγὴ ἀπ' ἐμου̃ καὶ οὐκ ἔστιν ὁ ἐκζητω̃ν τὴν ψυχήν μου |
6 ἐκέκραξα πρὸς σέ κύριε εἰ̃πα σὺ εἰ̃ ἡ ἐλπίς μου μερίς μου ἐν γη̨̃ ζώντων |
7 πρόσχες πρὸς τὴν δέησίν μου ὅτι ἐταπεινώθην σφόδρα ῥυ̃σαί με ἐκ τω̃ν καταδιωκόντων με ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ |
8 ἐξάγαγε ἐκ φυλακη̃ς τὴν ψυχήν μου του̃ ἐξομολογήσασθαι τω̨̃ ὀνόματί σου κύριε ἐμὲ ὑπομενου̃σιν δίκαιοι ἕως οὑ̃ ἀνταποδω̨̃ς μοι |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.