ΨΑΛΜΟΙ,
ψαλμὀς 144
1 αἴνεσις τω̨̃ Δαυιδ ὑψώσω σε ὁ θεός μου ὁ βασιλεύς μου καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος |
2 καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος |
3 μέγας κύριος καὶ αἰνετὸς σφόδρα καὶ τη̃ς μεγαλωσύνης αὐτου̃ οὐκ ἔστιν πέρας |
4 γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελου̃σιν |
5 τὴν μεγαλοπρέπειαν τη̃ς δόξης τη̃ς ἁγιωσύνης σου λαλήσουσιν καὶ τὰ θαυμάσιά σου διηγήσονται |
6 καὶ τὴν δύναμιν τω̃ν φοβερω̃ν σου ἐρου̃σιν καὶ τὴν μεγαλωσύνην σου διηγήσονται |
7 μνήμην του̃ πλήθους τη̃ς χρηστότητός σου ἐξερεύξονται καὶ τη̨̃ δικαιοσύνη̨ σου ἀγαλλιάσονται |
8 οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος |
9 χρηστὸς κύριος τοι̃ς σύμπασιν καὶ οἱ οἰκτιρμοὶ αὐτου̃ ἐπὶ πάντα τὰ ἔργα αὐτου̃ |
10 ἐξομολογησάσθωσάν σοι κύριε πάντα τὰ ἔργα σου καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε |
11 δόξαν τη̃ς βασιλείας σου ἐρου̃σιν καὶ τὴν δυναστείαν σου λαλήσουσιν |
12 του̃ γνωρίσαι τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τη̃ς μεγαλοπρεπείας τη̃ς βασιλείας σου |
13 ἡ βασιλεία σου βασιλεία πάντων τω̃ν αἰώνων καὶ ἡ δεσποτεία σου ἐν πάση̨ γενεα̨̃ καὶ γενεα̨̃ |
14 ὑποστηρίζει κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοι̃ πάντας τοὺς κατερραγμένους |
15 οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν καὶ σὺ δίδως τὴν τροφὴν αὐτω̃ν ἐν εὐκαιρία̨ |
16 ἀνοίγεις σὺ τὴν χει̃ρά σου καὶ ἐμπιπλα̨̃ς πα̃ν ζω̨̃ον εὐδοκίας |
17 δίκαιος κύριος ἐν πάσαις ται̃ς ὁδοι̃ς αὐτου̃ καὶ ὅσιος ἐν πα̃σιν τοι̃ς ἔργοις αὐτου̃ |
18 ἐγγὺς κύριος πα̃σιν τοι̃ς ἐπικαλουμένοις αὐτόν πα̃σι τοι̃ς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθεία̨ |
19 θέλημα τω̃ν φοβουμένων αὐτὸν ποιήσει καὶ τη̃ς δεήσεως αὐτω̃ν ἐπακούσεται καὶ σώσει αὐτούς |
20 φυλάσσει κύριος πάντας τοὺς ἀγαπω̃ντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολεθρεύσει |
21 αἴνεσιν κυρίου λαλήσει τὸ στόμα μου καὶ εὐλογείτω πα̃σα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτου̃ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.