Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 145

1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἴνει ἡ ψυχή μου τὸν κύριον
2 αἰνέσω κύριον ἐν ζωη̨̃ μου ψαλω̃ τω̨̃ θεω̨̃ μου ἕως ὑπάρχω
3 μὴ πεποίθατε ἐπ' ἄρχοντας καὶ ἐφ' υἱοὺς ἀνθρώπων οἱ̃ς οὐκ ἔστιν σωτηρία
4 ἐξελεύσεται τὸ πνευ̃μα αὐτου̃ καὶ ἐπιστρέψει εἰς τὴν γη̃ν αὐτου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ἀπολου̃νται πάντες οἱ διαλογισμοὶ αὐτω̃ν
5 μακάριος οὑ̃ ὁ θεὸς Ιακωβ βοηθός ἡ ἐλπὶς αὐτου̃ ἐπὶ κύριον τὸν θεὸν αὐτου̃
6 τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γη̃ν τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοι̃ς τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰω̃να
7 ποιου̃ντα κρίμα τοι̃ς ἀδικουμένοις διδόντα τροφὴν τοι̃ς πεινω̃σιν κύριος λύει πεπεδημένους
8 κύριος ἀνορθοι̃ κατερραγμένους κύριος σοφοι̃ τυφλούς κύριος ἀγαπα̨̃ δικαίους
9 κύριος φυλάσσει τοὺς προσηλύτους ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλω̃ν ἀφανιει̃
10 βασιλεύσει κύριος εἰς τὸν αἰω̃να ὁ θεός σου Σιων εἰς γενεὰν καὶ γενεάν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.