Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 147

1 αλληλουια Αγγαιου καὶ Ζαχαριου ἐπαίνει Ιερουσαλημ τὸν κύριον αἴνει τὸν θεόν σου Σιων
2 ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τω̃ν πυλω̃ν σου εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί
3 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυρου̃ ἐμπιπλω̃ν σε
4 ὁ ἀποστέλλων τὸ λόγιον αὐτου̃ τη̨̃ γη̨̃ ἕως τάχους δραμει̃ται ὁ λόγος αὐτου̃
5 του̃ διδόντος χιόνα ὡσεὶ ἔριον ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος
6 βάλλοντος κρύσταλλον αὐτου̃ ὡσεὶ ψωμούς κατὰ πρόσωπον ψύχους αὐτου̃ τίς ὑποστήσεται
7 ἀποστελει̃ τὸν λόγον αὐτου̃ καὶ τήξει αὐτά πνεύσει τὸ πνευ̃μα αὐτου̃ καὶ ῥυήσεται ὕδατα
8 ἀπαγγέλλων τὸν λόγον αὐτου̃ τω̨̃ Ιακωβ δικαιώματα καὶ κρίματα αὐτου̃ τω̨̃ Ισραηλ
9 οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτου̃ οὐκ ἐδήλωσεν αὐτοι̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.