Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 23

ψαλμὸς τω̨̃ Δαυιδ τη̃ς μια̃ς σαββάτων του̃ κυρίου ἡ γη̃ καὶ τὸ πλήρωμα αὐτη̃ς ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικου̃ντες ἐν αὐτη̨̃
αὐτὸς ἐπὶ θαλασσω̃ν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμω̃ν ἡτοίμασεν αὐτήν
τίς ἀναβήσεται εἰς τὸ ὄρος του̃ κυρίου καὶ τίς στήσεται ἐν τόπω̨ ἁγίω̨ αὐτου̃
ἀθω̨̃ος χερσὶν καὶ καθαρὸς τη̨̃ καρδία̨ ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίω̨ τὴν ψυχὴν αὐτου̃ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλω̨ τω̨̃ πλησίον αὐτου̃
οὑ̃τος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεου̃ σωτη̃ρος αὐτου̃
αὕτη ἡ γενεὰ ζητούντων αὐτόν ζητούντων τὸ πρόσωπον του̃ θεου̃ Ιακωβ διάψαλμα
ἄρατε πύλας οἱ ἄρχοντες ὑμω̃ν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τη̃ς δόξης
τίς ἐστιν οὑ̃τος ὁ βασιλεὺς τη̃ς δόξης κύριος κραταιὸς καὶ δυνατός κύριος δυνατὸς ἐν πολέμω̨
ἄρατε πύλας οἱ ἄρχοντες ὑμω̃ν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τη̃ς δόξης
10 τίς ἐστιν οὑ̃τος ὁ βασιλεὺς τη̃ς δόξης κύριος τω̃ν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τη̃ς δόξης
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.