Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 3

ψαλμὸς τω̨̃ Δαυιδ ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ του̃ υἱου̃ αὐτου̃
κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ
πολλοὶ λέγουσιν τη̨̃ ψυχη̨̃ μου οὐκ ἔστιν σωτηρία αὐτω̨̃ ἐν τω̨̃ θεω̨̃ αὐτου̃ διάψαλμα
σὺ δέ κύριε ἀντιλήμπτωρ μου εἰ̃ δόξα μου καὶ ὑψω̃ν τὴν κεφαλήν μου
φωνη̨̃ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτου̃ διάψαλμα
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαου̃ τω̃ν κύκλω̨ συνεπιτιθεμένων μοι
ἀνάστα κύριε σω̃σόν με ὁ θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλω̃ν συνέτριψας
του̃ κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.