ΨΑΛΜΟΙ,
ψαλμὀς 55
1 εἰς τὸ τέλος ὑπὲρ του̃ λαου̃ του̃ ἀπὸ τω̃ν ἁγίων μεμακρυμμένου τω̨̃ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ |
2 ἐλέησόν με κύριε ὅτι κατεπάτησέν με ἄνθρωπος ὅλην τὴν ἡμέραν πολεμω̃ν ἔθλιψέν με |
3 κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ὅτι πολλοὶ οἱ πολεμου̃ντές με ἀπὸ ὕψους |
4 ἡμέρας φοβηθήσομαι ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιω̃ |
5 ἐν τω̨̃ θεω̨̃ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν ἐπὶ τω̨̃ θεω̨̃ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ |
6 ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο κατ' ἐμου̃ πάντες οἱ διαλογισμοὶ αὐτω̃ν εἰς κακόν |
7 παροικήσουσιν καὶ κατακρύψουσιν αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν καθάπερ ὑπέμειναν τὴν ψυχήν μου |
8 ὑπὲρ του̃ μηθενὸς σώσεις αὐτούς ἐν ὀργη̨̃ λαοὺς κατάξεις ὁ θεός |
9 τὴν ζωήν μου ἐξήγγειλά σοι ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τη̨̃ ἐπαγγελία̨ σου |
10 ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐπικαλέσωμαί σε ἰδοὺ ἔγνων ὅτι θεός μου εἰ̃ σύ |
11 ἐπὶ τω̨̃ θεω̨̃ αἰνέσω ῥη̃μα ἐπὶ τω̨̃ κυρίω̨ αἰνέσω λόγον |
12 ἐπὶ τω̨̃ θεω̨̃ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος |
13 ἐν ἐμοί ὁ θεός αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι |
14 ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος του̃ εὐαρεστη̃σαι ἐνώπιον του̃ θεου̃ ἐν φωτὶ ζώντων |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.