ΨΑΛΜΟΙ,
ψαλμὀς 61
1 εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν ψαλμὸς τω̨̃ Δαυιδ |
2 οὐχὶ τω̨̃ θεω̨̃ ὑποταγήσεται ἡ ψυχή μου παρ' αὐτου̃ γὰρ τὸ σωτήριόν μου |
3 καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθω̃ ἐπὶ πλει̃ον |
4 ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον φονεύετε πάντες ὡς τοίχω̨ κεκλιμένω̨ καὶ φραγμω̨̃ ὠσμένω̨ |
5 πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι ἔδραμον ἐν ψεύδει τω̨̃ στόματι αὐτω̃ν εὐλογου̃σαν καὶ τη̨̃ καρδία̨ αὐτω̃ν κατηρω̃ντο διάψαλμα |
6 πλὴν τω̨̃ θεω̨̃ ὑποτάγηθι ἡ ψυχή μου ὅτι παρ' αὐτου̃ ἡ ὑπομονή μου |
7 ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω |
8 ἐπὶ τω̨̃ θεω̨̃ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου ὁ θεὸς τη̃ς βοηθείας μου καὶ ἡ ἐλπίς μου ἐπὶ τω̨̃ θεω̨̃ |
9 ἐλπίσατε ἐπ' αὐτόν πα̃σα συναγωγὴ λαου̃ ἐκχέετε ἐνώπιον αὐτου̃ τὰς καρδίας ὑμω̃ν ὁ θεὸς βοηθὸς ἡμω̃ν διάψαλμα |
10 πλὴν μάταιοι οἱ υἱοὶ τω̃ν ἀνθρώπων ψευδει̃ς οἱ υἱοὶ τω̃ν ἀνθρώπων ἐν ζυγοι̃ς του̃ ἀδικη̃σαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό |
11 μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθει̃τε πλου̃τος ἐὰν ῥέη̨ μὴ προστίθεσθε καρδίαν |
12 ἅπαξ ἐλάλησεν ὁ θεός δύο ταυ̃τα ἤκουσα |
13 ὅτι τὸ κράτος του̃ θεου̃ καὶ σοί κύριε τὸ ἔλεος ὅτι σὺ ἀποδώσεις ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.