ΨΑΛΜΟΙ,
ψαλμὀς 66
1 εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς ὠ̨δη̃ς |
2 ὁ θεὸς οἰκτιρήσαι ἡμα̃ς καὶ εὐλογήσαι ἡμα̃ς ἐπιφάναι τὸ πρόσωπον αὐτου̃ ἐφ' ἡμα̃ς διάψαλμα |
3 του̃ γνω̃ναι ἐν τη̨̃ γη̨̃ τὴν ὁδόν σου ἐν πα̃σιν ἔθνεσιν τὸ σωτήριόν σου |
4 ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες |
5 εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη ὅτι κρινει̃ς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τη̨̃ γη̨̃ ὁδηγήσεις διάψαλμα |
6 ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες |
7 γη̃ ἔδωκεν τὸν καρπὸν αὐτη̃ς εὐλογήσαι ἡμα̃ς ὁ θεὸς ὁ θεὸς ἡμω̃ν |
8 εὐλογήσαι ἡμα̃ς ὁ θεός καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τη̃ς γη̃ς |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.