1 ψαλμὸς τω̨̃ Ασαφ ὡς ἀγαθὸς τω̨̃ Ισραηλ ὁ θεός τοι̃ς εὐθέσι τη̨̃ καρδία̨ |
2 ἐμου̃ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου |
3 ὅτι ἐζήλωσα ἐπὶ τοι̃ς ἀνόμοις εἰρήνην ἁμαρτωλω̃ν θεωρω̃ν |
4 ὅτι οὐκ ἔστιν ἀνάνευσις τω̨̃ θανάτω̨ αὐτω̃ν καὶ στερέωμα ἐν τη̨̃ μάστιγι αὐτω̃ν |
5 ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται |
6 διὰ του̃το ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτω̃ν |
7 ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτω̃ν διήλθοσαν εἰς διάθεσιν καρδίας |
8 διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρία̨ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν |
9 ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτω̃ν καὶ ἡ γλω̃σσα αὐτω̃ν διη̃λθεν ἐπὶ τη̃ς γη̃ς |
10 διὰ του̃το ἐπιστρέψει ὁ λαός μου ἐνταυ̃θα καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοι̃ς |
11 καὶ εἰ̃παν πω̃ς ἔγνω ὁ θεός καὶ εἰ ἔστιν γνω̃σις ἐν τω̨̃ ὑψίστω̨ |
12 ἰδοὺ οὑ̃τοι ἁμαρτωλοὶ καὶ εὐθηνου̃νται εἰς τὸν αἰω̃να κατέσχον πλούτου |
13 καὶ εἰ̃πα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθώ̨οις τὰς χει̃ράς μου |
14 καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας |
15 εἰ ἔλεγον διηγήσομαι οὕτως ἰδοὺ τη̨̃ γενεα̨̃ τω̃ν υἱω̃ν σου ἠσυνθέτηκα |
16 καὶ ὑπέλαβον του̃ γνω̃ναι του̃το κόπος ἐστὶν ἐναντίον μου |
17 ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον του̃ θεου̃ καὶ συνω̃ εἰς τὰ ἔσχατα αὐτω̃ν |
18 πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοι̃ς κατέβαλες αὐτοὺς ἐν τω̨̃ ἐπαρθη̃ναι |
19 πω̃ς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτω̃ν |
20 ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου κύριε ἐν τη̨̃ πόλει σου τὴν εἰκόνα αὐτω̃ν ἐξουδενώσεις |
21 ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν |
22 καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρὰ σοί |
23 καὶ ἐγὼ διὰ παντὸς μετὰ σου̃ ἐκράτησας τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου |
24 ἐν τη̨̃ βουλη̨̃ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με |
25 τί γάρ μοι ὑπάρχει ἐν τω̨̃ οὐρανω̨̃ καὶ παρὰ σου̃ τί ἠθέλησα ἐπὶ τη̃ς γη̃ς |
26 ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου ὁ θεὸς τη̃ς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰω̃να |
27 ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σου̃ ἀπολου̃νται ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σου̃ |
28 ἐμοὶ δὲ τὸ προσκολλα̃σθαι τω̨̃ θεω̨̃ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τω̨̃ κυρίω̨ τὴν ἐλπίδα μου του̃ ἐξαγγει̃λαι πάσας τὰς αἰνέσεις σου ἐν ται̃ς πύλαις τη̃ς θυγατρὸς Σιων |