1 συνέσεως τω̨̃ Ασαφ προσέχετε λαός μου τὸν νόμον μου κλίνατε τὸ οὐ̃ς ὑμω̃ν εἰς τὰ ῥήματα του̃ στόματός μου |
2 ἀνοίξω ἐν παραβολαι̃ς τὸ στόμα μου φθέγξομαι προβλήματα ἀπ' ἀρχη̃ς |
3 ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμω̃ν διηγήσαντο ἡμι̃ν |
4 οὐκ ἐκρύβη ἀπὸ τω̃ν τέκνων αὐτω̃ν εἰς γενεὰν ἑτέραν ἀπαγγέλλοντες τὰς αἰνέσεις του̃ κυρίου καὶ τὰς δυναστείας αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν |
5 καὶ ἀνέστησεν μαρτύριον ἐν Ιακωβ καὶ νόμον ἔθετο ἐν Ισραηλ ὅσα ἐνετείλατο τοι̃ς πατράσιν ἡμω̃ν του̃ γνωρίσαι αὐτὰ τοι̃ς υἱοι̃ς αὐτω̃ν |
6 ὅπως ἂν γνω̨̃ γενεὰ ἑτέρα υἱοὶ οἱ τεχθησόμενοι καὶ ἀναστήσονται καὶ ἀπαγγελου̃σιν αὐτὰ τοι̃ς υἱοι̃ς αὐτω̃ν |
7 ἵνα θω̃νται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτω̃ν καὶ μὴ ἐπιλάθωνται τω̃ν ἔργων του̃ θεου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ ἐκζητήσουσιν |
8 ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτω̃ν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα γενεά ἥτις οὐ κατηύθυνεν τὴν καρδίαν αὐτη̃ς καὶ οὐκ ἐπιστώθη μετὰ του̃ θεου̃ τὸ πνευ̃μα αὐτη̃ς |
9 υἱοὶ Εφραιμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρα̨ πολέμου |
10 οὐκ ἐφύλαξαν τὴν διαθήκην του̃ θεου̃ καὶ ἐν τω̨̃ νόμω̨ αὐτου̃ οὐκ ἤθελον πορεύεσθαι |
11 καὶ ἐπελάθοντο τω̃ν εὐεργεσιω̃ν αὐτου̃ καὶ τω̃ν θαυμασίων αὐτου̃ ὡ̃ν ἔδειξεν αὐτοι̃ς |
12 ἐναντίον τω̃ν πατέρων αὐτω̃ν ἃ ἐποίησεν θαυμάσια ἐν γη̨̃ Αἰγύπτω̨ ἐν πεδίω̨ Τάνεως |
13 διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς ἔστησεν ὕδατα ὡσεὶ ἀσκὸν |
14 καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλη̨ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμω̨̃ πυρός |
15 διέρρηξεν πέτραν ἐν ἐρήμω̨ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσω̨ πολλη̨̃ |
16 καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα |
17 καὶ προσέθεντο ἔτι του̃ ἁμαρτάνειν αὐτω̨̃ παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρω̨ |
18 καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ται̃ς καρδίαις αὐτω̃ν του̃ αἰτη̃σαι βρώματα ται̃ς ψυχαι̃ς αὐτω̃ν |
19 καὶ κατελάλησαν του̃ θεου̃ καὶ εἰ̃παν μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμω̨ |
20 ἐπεὶ ἐπάταξεν πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν μὴ καὶ ἄρτον δύναται δου̃ναι ἢ ἑτοιμάσαι τράπεζαν τω̨̃ λαω̨̃ αὐτου̃ |
21 διὰ του̃το ἤκουσεν κύριος καὶ ἀνεβάλετο καὶ πυ̃ρ ἀνήφθη ἐν Ιακωβ καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ισραηλ |
22 ὅτι οὐκ ἐπίστευσαν ἐν τω̨̃ θεω̨̃ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτου̃ |
23 καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανου̃ ἀνέω̨ξεν |
24 καὶ ἔβρεξεν αὐτοι̃ς μαννα φαγει̃ν καὶ ἄρτον οὐρανου̃ ἔδωκεν αὐτοι̃ς |
25 ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος ἐπισιτισμὸν ἀπέστειλεν αὐτοι̃ς εἰς πλησμονήν |
26 ἀπη̃ρεν νότον ἐξ οὐρανου̃ καὶ ἐπήγαγεν ἐν τη̨̃ δυναστεία̨ αὐτου̃ λίβα |
27 καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χου̃ν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσω̃ν πετεινὰ πτερωτά |
28 καὶ ἐπέπεσον εἰς μέσον τη̃ς παρεμβολη̃ς αὐτω̃ν κύκλω̨ τω̃ν σκηνωμάτων αὐτω̃ν |
29 καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα καὶ τὴν ἐπιθυμίαν αὐτω̃ν ἤνεγκεν αὐτοι̃ς |
30 οὐκ ἐστερήθησαν ἀπὸ τη̃ς ἐπιθυμίας αὐτω̃ν ἔτι τη̃ς βρώσεως αὐτω̃ν οὔσης ἐν τω̨̃ στόματι αὐτω̃ν |
31 καὶ ὀργὴ του̃ θεου̃ ἀνέβη ἐπ' αὐτοὺς καὶ ἀπέκτεινεν ἐν τοι̃ς πίοσιν αὐτω̃ν καὶ τοὺς ἐκλεκτοὺς του̃ Ισραηλ συνεπόδισεν |
32 ἐν πα̃σιν τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοι̃ς θαυμασίοις αὐτου̃ |
33 καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτω̃ν καὶ τὰ ἔτη αὐτω̃ν μετὰ σπουδη̃ς |
34 ὅταν ἀπέκτεννεν αὐτούς ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεὸν |
35 καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτω̃ν ἐστιν καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτω̃ν ἐστιν |
36 καὶ ἠπάτησαν αὐτὸν ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ τη̨̃ γλώσση̨ αὐτω̃ν ἐψεύσαντο αὐτω̨̃ |
37 ἡ δὲ καρδία αὐτω̃ν οὐκ εὐθει̃α μετ' αὐτου̃ οὐδὲ ἐπιστώθησαν ἐν τη̨̃ διαθήκη̨ αὐτου̃ |
38 αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ται̃ς ἁμαρτίαις αὐτω̃ν καὶ οὐ διαφθερει̃ καὶ πληθυνει̃ του̃ ἀποστρέψαι τὸν θυμὸν αὐτου̃ καὶ οὐχὶ ἐκκαύσει πα̃σαν τὴν ὀργὴν αὐτου̃ |
39 καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν πνευ̃μα πορευόμενον καὶ οὐκ ἐπιστρέφον |
40 ποσάκις παρεπίκραναν αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ παρώργισαν αὐτὸν ἐν γη̨̃ ἀνύδρω̨ |
41 καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεὸν καὶ τὸν ἅγιον του̃ Ισραηλ παρώξυναν |
42 οὐκ ἐμνήσθησαν τη̃ς χειρὸς αὐτου̃ ἡμέρας ἡ̃ς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος |
43 ὡς ἔθετο ἐν Αἰγύπτω̨ τὰ σημει̃α αὐτου̃ καὶ τὰ τέρατα αὐτου̃ ἐν πεδίω̨ Τάνεως |
44 καὶ μετέστρεψεν εἰς αἱ̃μα τοὺς ποταμοὺς αὐτω̃ν καὶ τὰ ὀμβρήματα αὐτω̃ν ὅπως μὴ πίωσιν |
45 ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτούς καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς |
46 καὶ ἔδωκεν τη̨̃ ἐρυσίβη̨ τὸν καρπὸν αὐτω̃ν καὶ τοὺς πόνους αὐτω̃ν τη̨̃ ἀκρίδι |
47 ἀπέκτεινεν ἐν χαλάζη̨ τὴν ἄμπελον αὐτω̃ν καὶ τὰς συκαμίνους αὐτω̃ν ἐν τη̨̃ πάχνη̨ |
48 καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτω̃ν καὶ τὴν ὕπαρξιν αὐτω̃ν τω̨̃ πυρί |
49 ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμου̃ αὐτου̃ θυμὸν καὶ ὀργὴν καὶ θλι̃ψιν ἀποστολὴν δι' ἀγγέλων πονηρω̃ν |
50 ὡδοποίησεν τρίβον τη̨̃ ὀργη̨̃ αὐτου̃ οὐκ ἐφείσατο ἀπὸ θανάτου τω̃ν ψυχω̃ν αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν εἰς θάνατον συνέκλεισεν |
51 καὶ ἐπάταξεν πα̃ν πρωτότοκον ἐν Αἰγύπτω̨ ἀπαρχὴν τω̃ν πόνων αὐτω̃ν ἐν τοι̃ς σκηνώμασι Χαμ |
52 καὶ ἀπη̃ρεν ὡς πρόβατα τὸν λαὸν αὐτου̃ καὶ ἀνήγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμω̨ |
53 καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι καὶ οὐκ ἐδειλίασαν καὶ τοὺς ἐχθροὺς αὐτω̃ν ἐκάλυψεν θάλασσα |
54 καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὅριον ἁγιάσματος αὐτου̃ ὄρος του̃το ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτου̃ |
55 καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτω̃ν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίω̨ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν τὰς φυλὰς του̃ Ισραηλ |
56 καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον καὶ τὰ μαρτύρια αὐτου̃ οὐκ ἐφυλάξαντο |
57 καὶ ἀπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτω̃ν καὶ μετεστράφησαν εἰς τόξον στρεβλὸν |
58 καὶ παρώργισαν αὐτὸν ἐν τοι̃ς βουνοι̃ς αὐτω̃ν καὶ ἐν τοι̃ς γλυπτοι̃ς αὐτω̃ν παρεζήλωσαν αὐτόν |
59 ἤκουσεν ὁ θεὸς καὶ ὑπερει̃δεν καὶ ἐξουδένωσεν σφόδρα τὸν Ισραηλ |
60 καὶ ἀπώσατο τὴν σκηνὴν Σηλωμ σκήνωμα αὐτου̃ οὑ̃ κατεσκήνωσεν ἐν ἀνθρώποις |
61 καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτω̃ν καὶ τὴν καλλονὴν αὐτω̃ν εἰς χει̃ρας ἐχθρου̃ |
62 καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτου̃ καὶ τὴν κληρονομίαν αὐτου̃ ὑπερει̃δεν |
63 τοὺς νεανίσκους αὐτω̃ν κατέφαγεν πυ̃ρ καὶ αἱ παρθένοι αὐτω̃ν οὐκ ἐπενθήθησαν |
64 οἱ ἱερει̃ς αὐτω̃ν ἐν ῥομφαία̨ ἔπεσαν καὶ αἱ χη̃ραι αὐτω̃ν οὐ κλαυσθήσονται |
65 καὶ ἐξηγέρθη ὡς ὁ ὑπνω̃ν κύριος ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου |
66 καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτου̃ εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοι̃ς |
67 καὶ ἀπώσατο τὸ σκήνωμα Ιωσηφ καὶ τὴν φυλὴν Εφραιμ οὐκ ἐξελέξατο |
68 καὶ ἐξελέξατο τὴν φυλὴν Ιουδα τὸ ὄρος τὸ Σιων ὃ ἠγάπησεν |
69 καὶ ὠ̨κοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτου̃ ἐν τη̨̃ γη̨̃ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰω̃να |
70 καὶ ἐξελέξατο Δαυιδ τὸν δου̃λον αὐτου̃ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τω̃ν ποιμνίων τω̃ν προβάτων |
71 ἐξόπισθεν τω̃ν λοχευομένων ἔλαβεν αὐτὸν ποιμαίνειν Ιακωβ τὸν λαὸν αὐτου̃ καὶ Ισραηλ τὴν κληρονομίαν αὐτου̃ |
72 καὶ ἐποίμανεν αὐτοὺς ἐν τη̨̃ ἀκακία̨ τη̃ς καρδίας αὐτου̃ καὶ ἐν ται̃ς συνέσεσι τω̃ν χειρω̃ν αὐτου̃ ὡδήγησεν αὐτούς |