Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 8

1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν ψαλμὸς τω̨̃ Δαυιδ
2 κύριε ὁ κύριος ἡμω̃ν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάση̨ τη̨̃ γη̨̃ ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τω̃ν οὐρανω̃ν
3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἰ̃νον ἕνεκα τω̃ν ἐχθρω̃ν σου του̃ καταλυ̃σαι ἐχθρὸν καὶ ἐκδικητήν
4 ὅτι ὄψομαι τοὺς οὐρανούς ἔργα τω̃ν δακτύλων σου σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας
5 τί ἐστιν ἄνθρωπος ὅτι μιμνή̨σκη̨ αὐτου̃ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτη̨ αὐτόν
6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους δόξη̨ καὶ τιμη̨̃ ἐστεφάνωσας αὐτόν
7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τω̃ν χειρω̃ν σου πάντα ὑπέταξας ὑποκάτω τω̃ν ποδω̃ν αὐτου̃
8 πρόβατα καὶ βόας πάσας ἔτι δὲ καὶ τὰ κτήνη του̃ πεδίου
9 τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ τοὺς ἰχθύας τη̃ς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσω̃ν
10 κύριε ὁ κύριος ἡμω̃ν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάση̨ τη̨̃ γη̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.