Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 86

τοι̃ς υἱοι̃ς Κορε ψαλμὸς ὠ̨δη̃ς οἱ θεμέλιοι αὐτου̃ ἐν τοι̃ς ὄρεσιν τοι̃ς ἁγίοις
ἀγαπα̨̃ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ
δεδοξασμένα ἐλαλήθη περὶ σου̃ ἡ πόλις του̃ θεου̃ διάψαλμα
μνησθήσομαι Ρααβ καὶ Βαβυλω̃νος τοι̃ς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων οὑ̃τοι ἐγενήθησαν ἐκει̃
μήτηρ Σιων ἐρει̃ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτη̨̃ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος
κύριος διηγήσεται ἐν γραφη̨̃ λαω̃ν καὶ ἀρχόντων τούτων τω̃ν γεγενημένων ἐν αὐτη̨̃ διάψαλμα
ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί

ΨΑΛΜΟΙ, ψαλμὀς 87

ὠ̨δὴ ψαλμου̃ τοι̃ς υἱοι̃ς Κορε εἰς τὸ τέλος ὑπὲρ μαελεθ του̃ ἀποκριθη̃ναι συνέσεως Αιμαν τω̨̃ Ισραηλίτη̨
κύριε ὁ θεὸς τη̃ς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου κλι̃νον τὸ οὐ̃ς σου εἰς τὴν δέησίν μου κύριε
ὅτι ἐπλήσθη κακω̃ν ἡ ψυχή μου καὶ ἡ ζωή μου τω̨̃ ἅ̨δη̨ ἤγγισεν
προσελογίσθην μετὰ τω̃ν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροι̃ς ἐλεύθερος
ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφω̨ ὡ̃ν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τη̃ς χειρός σου ἀπώσθησαν
ἔθεντό με ἐν λάκκω̨ κατωτάτω̨ ἐν σκοτεινοι̃ς καὶ ἐν σκια̨̃ θανάτου
ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπ' ἐμὲ ἐπήγαγες διάψαλμα
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμου̃ ἔθεντό με βδέλυγμα ἑαυτοι̃ς παρεδόθην καὶ οὐκ ἐξεπορευόμην
10 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας ἐκέκραξα πρὸς σέ κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χει̃ράς μου
11 μὴ τοι̃ς νεκροι̃ς ποιήσεις θαυμάσια ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι
12 μὴ διηγήσεταί τις ἐν τάφω̨ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τη̨̃ ἀπωλεία̨
13 μὴ γνωσθήσεται ἐν τω̨̃ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γη̨̃ ἐπιλελησμένη̨
14 κἀγὼ πρὸς σέ κύριε ἐκέκραξα καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε
15 ἵνα τί κύριε ἀπωθει̃ς τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμου̃
16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην
17 ἐπ' ἐμὲ διη̃λθον αἱ ὀργαί σου καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με
18 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα
19 ἐμάκρυνας ἀπ' ἐμου̃ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας

ΨΑΛΜΟΙ, ψαλμὀς 88

συνέσεως Αιθαν τω̨̃ Ισραηλίτη̨
τὰ ἐλέη σου κύριε εἰς τὸν αἰω̃να ἄ̨σομαι εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελω̃ τὴν ἀλήθειάν σου ἐν τω̨̃ στόματί μου
ὅτι εἰ̃πας εἰς τὸν αἰω̃να ἔλεος οἰκοδομηθήσεται ἐν τοι̃ς οὐρανοι̃ς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου
διεθέμην διαθήκην τοι̃ς ἐκλεκτοι̃ς μου ὤμοσα Δαυιδ τω̨̃ δούλω̨ μου
ἕως του̃ αἰω̃νος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου διάψαλμα
ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου κύριε καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησία̨ ἁγίων
ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τω̨̃ κυρίω̨ καὶ τίς ὁμοιωθήσεται τω̨̃ κυρίω̨ ἐν υἱοι̃ς θεου̃
ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλη̨̃ ἁγίων μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλω̨ αὐτου̃
κύριε ὁ θεὸς τω̃ν δυνάμεων τίς ὅμοιός σοι δυνατὸς εἰ̃ κύριε καὶ ἡ ἀλήθειά σου κύκλω̨ σου
10 σὺ δεσπόζεις του̃ κράτους τη̃ς θαλάσσης τὸν δὲ σάλον τω̃ν κυμάτων αὐτη̃ς σὺ καταπραΰνεις
11 σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τω̨̃ βραχίονι τη̃ς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου
12 σοί εἰσιν οἱ οὐρανοί καὶ σή ἐστιν ἡ γη̃ τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτη̃ς σὺ ἐθεμελίωσας
13 τὸν βορρα̃ν καὶ θαλάσσας σὺ ἔκτισας Θαβωρ καὶ Ερμων ἐν τω̨̃ ὀνόματί σου ἀγαλλιάσονται
14 σὸς ὁ βραχίων μετὰ δυναστείας κραταιωθήτω ἡ χείρ σου ὑψωθήτω ἡ δεξιά σου
15 δικαιοσύνη καὶ κρίμα ἑτοιμασία του̃ θρόνου σου ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου
16 μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν κύριε ἐν τω̨̃ φωτὶ του̃ προσώπου σου πορεύσονται
17 καὶ ἐν τω̨̃ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τη̨̃ δικαιοσύνη̨ σου ὑψωθήσονται
18 ὅτι τὸ καύχημα τη̃ς δυνάμεως αὐτω̃ν εἰ̃ σύ καὶ ἐν τη̨̃ εὐδοκία̨ σου ὑψωθήσεται τὸ κέρας ἡμω̃ν
19 ὅτι του̃ κυρίου ἡ ἀντίλημψις καὶ του̃ ἁγίου Ισραηλ βασιλέως ἡμω̃ν
20 τότε ἐλάλησας ἐν ὁράσει τοι̃ς ὁσίοις σου καὶ εἰ̃πας ἐθέμην βοήθειαν ἐπὶ δυνατόν ὕψωσα ἐκλεκτὸν ἐκ του̃ λαου̃ μου
21 εὑ̃ρον Δαυιδ τὸν δου̃λόν μου ἐν ἐλαίω̨ ἁγίω̨ μου ἔχρισα αὐτόν
22 ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτω̨̃ καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν
23 οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτω̨̃ καὶ υἱὸς ἀνομίας οὐ προσθήσει του̃ κακω̃σαι αὐτόν
24 καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτου̃ ἀπὸ προσώπου αὐτου̃ καὶ τοὺς μισου̃ντας αὐτὸν τροπώσομαι
25 καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτου̃ καὶ ἐν τω̨̃ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτου̃
26 καὶ θήσομαι ἐν θαλάσση̨ χει̃ρα αὐτου̃ καὶ ἐν ποταμοι̃ς δεξιὰν αὐτου̃
27 αὐτὸς ἐπικαλέσεταί με πατήρ μου εἰ̃ σύ θεός μου καὶ ἀντιλήμπτωρ τη̃ς σωτηρίας μου
28 κἀγὼ πρωτότοκον θήσομαι αὐτόν ὑψηλὸν παρὰ τοι̃ς βασιλευ̃σιν τη̃ς γη̃ς
29 εἰς τὸν αἰω̃να φυλάξω αὐτω̨̃ τὸ ἔλεός μου καὶ ἡ διαθήκη μου πιστὴ αὐτω̨̃
30 καὶ θήσομαι εἰς τὸν αἰω̃να του̃ αἰω̃νος τὸ σπέρμα αὐτου̃ καὶ τὸν θρόνον αὐτου̃ ὡς τὰς ἡμέρας του̃ οὐρανου̃
31 ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτου̃ τὸν νόμον μου καὶ τοι̃ς κρίμασίν μου μὴ πορευθω̃σιν
32 ἐὰν τὰ δικαιώματά μου βεβηλώσουσιν καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν
33 ἐπισκέψομαι ἐν ῥάβδω̨ τὰς ἀνομίας αὐτω̃ν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτω̃ν
34 τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτου̃ οὐδὲ μὴ ἀδικήσω ἐν τη̨̃ ἀληθεία̨ μου
35 οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τω̃ν χειλέων μου οὐ μὴ ἀθετήσω
36 ἅπαξ ὤμοσα ἐν τω̨̃ ἁγίω̨ μου εἰ τω̨̃ Δαυιδ ψεύσομαι
37 τὸ σπέρμα αὐτου̃ εἰς τὸν αἰω̃να μενει̃ καὶ ὁ θρόνος αὐτου̃ ὡς ὁ ἥλιος ἐναντίον μου
38 καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰω̃να καὶ ὁ μάρτυς ἐν οὐρανω̨̃ πιστός διάψαλμα
39 σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας ἀνεβάλου τὸν χριστόν σου
40 κατέστρεψας τὴν διαθήκην του̃ δούλου σου ἐβεβήλωσας εἰς τὴν γη̃ν τὸ ἁγίασμα αὐτου̃
41 καθει̃λες πάντας τοὺς φραγμοὺς αὐτου̃ ἔθου τὰ ὀχυρώματα αὐτου̃ δειλίαν
42 διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν ἐγενήθη ὄνειδος τοι̃ς γείτοσιν αὐτου̃
43 ὕψωσας τὴν δεξιὰν τω̃ν ἐχθρω̃ν αὐτου̃ εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτου̃
44 ἀπέστρεψας τὴν βοήθειαν τη̃ς ῥομφαίας αὐτου̃ καὶ οὐκ ἀντελάβου αὐτου̃ ἐν τω̨̃ πολέμω̨
45 κατέλυσας ἀπὸ καθαρισμου̃ αὐτόν τὸν θρόνον αὐτου̃ εἰς τὴν γη̃ν κατέρραξας
46 ἐσμίκρυνας τὰς ἡμέρας του̃ χρόνου αὐτου̃ κατέχεας αὐτου̃ αἰσχύνην διάψαλμα
47 ἕως πότε κύριε ἀποστρέψεις εἰς τέλος ἐκκαυθήσεται ὡς πυ̃ρ ἡ ὀργή σου
48 μνήσθητι τίς μου ἡ ὑπόστασις μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τω̃ν ἀνθρώπων
49 τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον ῥύσεται τὴν ψυχὴν αὐτου̃ ἐκ χειρὸς ἅ̨δου διάψαλμα
50 που̃ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαι̃α κύριε ἃ ὤμοσας τω̨̃ Δαυιδ ἐν τη̨̃ ἀληθεία̨ σου
51 μνήσθητι κύριε του̃ ὀνειδισμου̃ τω̃ν δούλων σου οὑ̃ ὑπέσχον ἐν τω̨̃ κόλπω̨ μου πολλω̃ν ἐθνω̃ν
52 οὑ̃ ὠνείδισαν οἱ ἐχθροί σου κύριε οὑ̃ ὠνείδισαν τὸ ἀντάλλαγμα του̃ χριστου̃ σου
53 εὐλογητὸς κύριος εἰς τὸν αἰω̃να γένοιτο γένοιτο

ΨΑΛΜΟΙ, ψαλμὀς 89

προσευχὴ του̃ Μωυση̃ ἀνθρώπου του̃ θεου̃ κύριε καταφυγὴ ἐγενήθης ἡμι̃ν ἐν γενεα̨̃ καὶ γενεα̨̃
πρὸ του̃ ὄρη γενηθη̃ναι καὶ πλασθη̃ναι τὴν γη̃ν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ του̃ αἰω̃νος ἕως του̃ αἰω̃νος σὺ εἰ̃
μὴ ἀποστρέψη̨ς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἰ̃πας ἐπιστρέψατε υἱοὶ ἀνθρώπων
ὅτι χίλια ἔτη ἐν ὀφθαλμοι̃ς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές ἥτις διη̃λθεν καὶ φυλακὴ ἐν νυκτί
τὰ ἐξουδενώματα αὐτω̃ν ἔτη ἔσονται τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι
τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι τὸ ἑσπέρας ἀποπέσοι σκληρυνθείη καὶ ξηρανθείη
ὅτι ἐξελίπομεν ἐν τη̨̃ ὀργη̨̃ σου καὶ ἐν τω̨̃ θυμω̨̃ σου ἐταράχθημεν
ἔθου τὰς ἀνομίας ἡμω̃ν ἐνώπιόν σου ὁ αἰὼν ἡμω̃ν εἰς φωτισμὸν του̃ προσώπου σου
ὅτι πα̃σαι αἱ ἡμέραι ἡμω̃ν ἐξέλιπον καὶ ἐν τη̨̃ ὀργη̨̃ σου ἐξελίπομεν τὰ ἔτη ἡμω̃ν ὡς ἀράχνην ἐμελέτων
10 αἱ ἡμέραι τω̃ν ἐτω̃ν ἡμω̃ν ἐν αὐτοι̃ς ἑβδομήκοντα ἔτη ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη καὶ τὸ πλει̃ον αὐτω̃ν κόπος καὶ πόνος ὅτι ἐπη̃λθεν πραΰτης ἐφ' ἡμα̃ς καὶ παιδευθησόμεθα
11 τίς γινώσκει τὸ κράτος τη̃ς ὀργη̃ς σου καὶ ἀπὸ του̃ φόβου σου τὸν θυμόν σου
12 ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον καὶ τοὺς πεπεδημένους τη̨̃ καρδία̨ ἐν σοφία̨
13 ἐπίστρεψον κύριε ἕως πότε καὶ παρακλήθητι ἐπὶ τοι̃ς δούλοις σου
14 ἐνεπλήσθημεν τὸ πρωὶ του̃ ἐλέους σου καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ται̃ς ἡμέραις ἡμω̃ν
15 εὐφράνθημεν ἀνθ' ὡ̃ν ἡμερω̃ν ἐταπείνωσας ἡμα̃ς ἐτω̃ν ὡ̃ν εἴδομεν κακά
16 καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτω̃ν
17 καὶ ἔστω ἡ λαμπρότης κυρίου του̃ θεου̃ ἡμω̃ν ἐφ' ἡμα̃ς καὶ τὰ ἔργα τω̃ν χειρω̃ν ἡμω̃ν κατεύθυνον ἐφ' ἡμα̃ς

ΨΑΛΜΟΙ, ψαλμὀς 90

αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ ὁ κατοικω̃ν ἐν βοηθεία̨ του̃ ὑψίστου ἐν σκέπη̨ του̃ θεου̃ του̃ οὐρανου̃ αὐλισθήσεται
ἐρει̃ τω̨̃ κυρίω̨ ἀντιλήμπτωρ μου εἰ̃ καὶ καταφυγή μου ὁ θεός μου ἐλπιω̃ ἐπ' αὐτόν
ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτω̃ν καὶ ἀπὸ λόγου ταραχώδους
ἐν τοι̃ς μεταφρένοις αὐτου̃ ἐπισκιάσει σοι καὶ ὑπὸ τὰς πτέρυγας αὐτου̃ ἐλπιει̃ς ὅπλω̨ κυκλώσει σε ἡ ἀλήθεια αὐτου̃
οὐ φοβηθήση̨ ἀπὸ φόβου νυκτερινου̃ ἀπὸ βέλους πετομένου ἡμέρας
ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινου̃
πεσει̃ται ἐκ του̃ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιω̃ν σου πρὸς σὲ δὲ οὐκ ἐγγιει̃
πλὴν τοι̃ς ὀφθαλμοι̃ς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλω̃ν ὄψη̨
ὅτι σύ κύριε ἡ ἐλπίς μου τὸν ὕψιστον ἔθου καταφυγήν σου
10 οὐ προσελεύσεται πρὸς σὲ κακά καὶ μάστιξ οὐκ ἐγγιει̃ τω̨̃ σκηνώματί σου
11 ὅτι τοι̃ς ἀγγέλοις αὐτου̃ ἐντελει̃ται περὶ σου̃ του̃ διαφυλάξαι σε ἐν πάσαις ται̃ς ὁδοι̃ς σου
12 ἐπὶ χειρω̃ν ἀρου̃σίν σε μήποτε προσκόψη̨ς πρὸς λίθον τὸν πόδα σου
13 ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήση̨ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα
14 ὅτι ἐπ' ἐμὲ ἤλπισεν καὶ ῥύσομαι αὐτόν σκεπάσω αὐτόν ὅτι ἔγνω τὸ ὄνομά μου
15 ἐπικαλέσεταί με καὶ εἰσακούσομαι αὐτου̃ μετ' αὐτου̃ εἰμι ἐν θλίψει καὶ ἐξελου̃μαι καὶ δοξάσω αὐτόν
16 μακρότητα ἡμερω̃ν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτω̨̃ τὸ σωτήριόν μου

ΨΑΛΜΟΙ, ψαλμὀς 91

ψαλμὸς ὠ̨δη̃ς εἰς τὴν ἡμέραν του̃ σαββάτου
ἀγαθὸν τὸ ἐξομολογει̃σθαι τω̨̃ κυρίω̨ καὶ ψάλλειν τω̨̃ ὀνόματί σου ὕψιστε
του̃ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
ἐν δεκαχόρδω̨ ψαλτηρίω̨ μετ' ὠ̨δη̃ς ἐν κιθάρα̨
ὅτι εὔφρανάς με κύριε ἐν τω̨̃ ποιήματί σου καὶ ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν σου ἀγαλλιάσομαι
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου
ἀνὴρ ἄφρων οὐ γνώσεται καὶ ἀσύνετος οὐ συνήσει ταυ̃τα
ἐν τω̨̃ ἀνατει̃λαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅπως ἂν ἐξολεθρευθω̃σιν εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
σὺ δὲ ὕψιστος εἰς τὸν αἰω̃να κύριε
10 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολου̃νται καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
11 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γη̃ράς μου ἐν ἐλαίω̨ πίονι
12 καὶ ἐπει̃δεν ὁ ὀφθαλμός μου ἐν τοι̃ς ἐχθροι̃ς μου καὶ ἐν τοι̃ς ἐπανιστανομένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὐ̃ς μου
13 δίκαιος ὡς φοι̃νιξ ἀνθήσει ὡσεὶ κέδρος ἡ ἐν τω̨̃ Λιβάνω̨ πληθυνθήσεται
14 πεφυτευμένοι ἐν τω̨̃ οἴκω̨ κυρίου ἐν ται̃ς αὐλαι̃ς του̃ θεου̃ ἡμω̃ν ἐξανθήσουσιν
15 ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθου̃ντες ἔσονται
16 του̃ ἀναγγει̃λαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτω̨̃

ΨΑΛΜΟΙ, ψαλμὀς 92

εἰς τὴν ἡμέραν του̃ προσαββάτου ὅτε κατώ̨κισται ἡ γη̃ αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ ὁ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται
ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε ἀπὸ του̃ αἰω̃νος σὺ εἰ̃
ἐπη̃ραν οἱ ποταμοί κύριε ἐπη̃ραν οἱ ποταμοὶ φωνὰς αὐτω̃ν
ἀπὸ φωνω̃ν ὑδάτων πολλω̃ν θαυμαστοὶ οἱ μετεωρισμοὶ τη̃ς θαλάσσης θαυμαστὸς ἐν ὑψηλοι̃ς ὁ κύριος
τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τω̨̃ οἴκω̨ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερω̃ν

ΨΑΛΜΟΙ, ψαλμὀς 93

ψαλμὸς τω̨̃ Δαυιδ τετράδι σαββάτων ὁ θεὸς ἐκδικήσεων κύριος ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο
ὑψώθητι ὁ κρίνων τὴν γη̃ν ἀπόδος ἀνταπόδοσιν τοι̃ς ὑπερηφάνοις
ἕως πότε ἁμαρτωλοί κύριε ἕως πότε ἁμαρτωλοὶ καυχήσονται
φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
τὸν λαόν σου κύριε ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν
χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν
καὶ εἰ̃παν οὐκ ὄψεται κύριος οὐδὲ συνήσει ὁ θεὸς του̃ Ιακωβ
σύνετε δή ἄφρονες ἐν τω̨̃ λαω̨̃ καί μωροί ποτὲ φρονήσατε
ὁ φυτεύσας τὸ οὐ̃ς οὐχὶ ἀκούει ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοει̃
10 ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει ὁ διδάσκων ἄνθρωπον γνω̃σιν
11 κύριος γινώσκει τοὺς διαλογισμοὺς τω̃ν ἀνθρώπων ὅτι εἰσὶν μάταιοι
12 μακάριος ἄνθρωπος ὃν ἂν σὺ παιδεύση̨ς κύριε καὶ ἐκ του̃ νόμου σου διδάξη̨ς αὐτὸν
13 του̃ πραυ̃ναι αὐτω̨̃ ἀφ' ἡμερω̃ν πονηρω̃ν ἕως οὑ̃ ὀρυγη̨̃ τω̨̃ ἁμαρτωλω̨̃ βόθρος
14 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτου̃ καὶ τὴν κληρονομίαν αὐτου̃ οὐκ ἐγκαταλείψει
15 ἕως οὑ̃ δικαιοσύνη ἐπιστρέψη̨ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτη̃ς πάντες οἱ εὐθει̃ς τη̨̃ καρδία̨ διάψαλμα
16 τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν
17 εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι παρὰ βραχὺ παρώ̨κησεν τω̨̃ ἅ̨δη̨ ἡ ψυχή μου
18 εἰ ἔλεγον σεσάλευται ὁ πούς μου τὸ ἔλεός σου κύριε βοηθει̃ μοι
19 κύριε κατὰ τὸ πλη̃θος τω̃ν ὀδυνω̃ν μου ἐν τη̨̃ καρδία̨ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου
20 μὴ συμπροσέσται σοι θρόνος ἀνομίας ὁ πλάσσων κόπον ἐπὶ προστάγματι
21 θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἱ̃μα ἀθω̨̃ον καταδικάσονται
22 καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου
23 καὶ ἀποδώσει αὐτοι̃ς τὴν ἀνομίαν αὐτω̃ν καὶ κατὰ τὴν πονηρίαν αὐτω̃ν ἀφανιει̃ αὐτοὺς κύριος ὁ θεὸς ἡμω̃ν

ΨΑΛΜΟΙ, ψαλμὀς 94

αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ δευ̃τε ἀγαλλιασώμεθα τω̨̃ κυρίω̨ ἀλαλάξωμεν τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρι ἡμω̃ν
προφθάσωμεν τὸ πρόσωπον αὐτου̃ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοι̃ς ἀλαλάξωμεν αὐτω̨̃
ὅτι θεὸς μέγας κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς
ὅτι ἐν τη̨̃ χειρὶ αὐτου̃ τὰ πέρατα τη̃ς γη̃ς καὶ τὰ ὕψη τω̃ν ὀρέων αὐτου̃ εἰσιν
ὅτι αὐτου̃ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτήν καὶ τὴν ξηρὰν αἱ χει̃ρες αὐτου̃ ἔπλασαν
δευ̃τε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτω̨̃ καὶ κλαύσωμεν ἐναντίον κυρίου του̃ ποιήσαντος ἡμα̃ς
ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμω̃ν καὶ ἡμει̃ς λαὸς νομη̃ς αὐτου̃ καὶ πρόβατα χειρὸς αὐτου̃ σήμερον ἐὰν τη̃ς φωνη̃ς αὐτου̃ ἀκούσητε
μὴ σκληρύνητε τὰς καρδίας ὑμω̃ν ὡς ἐν τω̨̃ παραπικρασμω̨̃ κατὰ τὴν ἡμέραν του̃ πειρασμου̃ ἐν τη̨̃ ἐρήμω̨
οὑ̃ ἐπείρασαν οἱ πατέρες ὑμω̃ν ἐδοκίμασαν καὶ εἴδοσαν τὰ ἔργα μου
10 τεσσαράκοντα ἔτη προσώχθισα τη̨̃ γενεα̨̃ ἐκείνη̨ καὶ εἰ̃πα ἀεὶ πλανω̃νται τη̨̃ καρδία̨ καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου
11 ὡς ὤμοσα ἐν τη̨̃ ὀργη̨̃ μου εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου

ΨΑΛΜΟΙ, ψαλμὀς 95

ὅτε ὁ οἰ̃κος ὠ̨κοδομει̃το μετὰ τὴν αἰχμαλωσίαν ὠ̨δὴ τω̨̃ Δαυιδ ἄ̨σατε τω̨̃ κυρίω̨ ἀ̨̃σμα καινόν ἄ̨σατε τω̨̃ κυρίω̨ πα̃σα ἡ γη̃
ἄ̨σατε τω̨̃ κυρίω̨ εὐλογήσατε τὸ ὄνομα αὐτου̃ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτου̃
ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὴν δόξαν αὐτου̃ ἐν πα̃σι τοι̃ς λαοι̃ς τὰ θαυμάσια αὐτου̃
ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς
ὅτι πάντες οἱ θεοὶ τω̃ν ἐθνω̃ν δαιμόνια ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν
ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτου̃ ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τω̨̃ ἁγιάσματι αὐτου̃
ἐνέγκατε τω̨̃ κυρίω̨ αἱ πατριαὶ τω̃ν ἐθνω̃ν ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν καὶ τιμήν
ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν ὀνόματι αὐτου̃ ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτου̃
προσκυνήσατε τω̨̃ κυρίω̨ ἐν αὐλη̨̃ ἁγία̨ αὐτου̃ σαλευθήτω ἀπὸ προσώπου αὐτου̃ πα̃σα ἡ γη̃
10 εἴπατε ἐν τοι̃ς ἔθνεσιν ὁ κύριος ἐβασίλευσεν καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται κρινει̃ λαοὺς ἐν εὐθύτητι
11 εὐφραινέσθωσαν οἱ οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γη̃ σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτη̃ς
12 χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοι̃ς τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα του̃ δρυμου̃
13 πρὸ προσώπου κυρίου ὅτι ἔρχεται ὅτι ἔρχεται κρι̃ναι τὴν γη̃ν κρινει̃ τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ καὶ λαοὺς ἐν τη̨̃ ἀληθεία̨ αὐτου̃

ΨΑΛΜΟΙ, ψαλμὀς 96

τω̨̃ Δαυιδ ὅτε ἡ γη̃ αὐτου̃ καθίσταται ὁ κύριος ἐβασίλευσεν ἀγαλλιάσθω ἡ γη̃ εὐφρανθήτωσαν νη̃σοι πολλαί
νεφέλη καὶ γνόφος κύκλω̨ αὐτου̃ δικαιοσύνη καὶ κρίμα κατόρθωσις του̃ θρόνου αὐτου̃
πυ̃ρ ἐναντίον αὐτου̃ προπορεύσεται καὶ φλογιει̃ κύκλω̨ τοὺς ἐχθροὺς αὐτου̃
ἔφαναν αἱ ἀστραπαὶ αὐτου̃ τη̨̃ οἰκουμένη̨ εἰ̃δεν καὶ ἐσαλεύθη ἡ γη̃
τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου ἀπὸ προσώπου κυρίου πάσης τη̃ς γη̃ς
ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτου̃ καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτου̃
αἰσχυνθήτωσαν πάντες οἱ προσκυνου̃ντες τοι̃ς γλυπτοι̃ς οἱ ἐγκαυχώμενοι ἐν τοι̃ς εἰδώλοις αὐτω̃ν προσκυνήσατε αὐτω̨̃ πάντες οἱ ἄγγελοι αὐτου̃
ἤκουσεν καὶ εὐφράνθη Σιων καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τη̃ς Ιουδαίας ἕνεκεν τω̃ν κριμάτων σου κύριε
ὅτι σὺ εἰ̃ κύριος ὁ ὕψιστος ἐπὶ πα̃σαν τὴν γη̃ν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς
10 οἱ ἀγαπω̃ντες τὸν κύριον μισει̃τε πονηρόν φυλάσσει κύριος τὰς ψυχὰς τω̃ν ὁσίων αὐτου̃ ἐκ χειρὸς ἁμαρτωλω̃ν ῥύσεται αὐτούς
11 φω̃ς ἀνέτειλεν τω̨̃ δικαίω̨ καὶ τοι̃ς εὐθέσι τη̨̃ καρδία̨ εὐφροσύνη
12 εὐφράνθητε δίκαιοι ἐπὶ τω̨̃ κυρίω̨ καὶ ἐξομολογει̃σθε τη̨̃ μνήμη̨ τη̃ς ἁγιωσύνης αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.