Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 97

ψαλμὸς τω̨̃ Δαυιδ ἄ̨σατε τω̨̃ κυρίω̨ ἀ̨̃σμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτω̨̃ ἡ δεξιὰ αὐτου̃ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτου̃
ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτου̃ ἐναντίον τω̃ν ἐθνω̃ν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτου̃
ἐμνήσθη του̃ ἐλέους αὐτου̃ τω̨̃ Ιακωβ καὶ τη̃ς ἀληθείας αὐτου̃ τω̨̃ οἴκω̨ Ισραηλ εἴδοσαν πάντα τὰ πέρατα τη̃ς γη̃ς τὸ σωτήριον του̃ θεου̃ ἡμω̃ν
ἀλαλάξατε τω̨̃ θεω̨̃ πα̃σα ἡ γη̃ ἄ̨σατε καὶ ἀγαλλια̃σθε καὶ ψάλατε
ψάλατε τω̨̃ κυρίω̨ ἐν κιθάρα̨ ἐν κιθάρα̨ καὶ φωνη̨̃ ψαλμου̃
ἐν σάλπιγξιν ἐλαται̃ς καὶ φωνη̨̃ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον του̃ βασιλέως κυρίου
σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτη̃ς ἡ οἰκουμένη καὶ οἱ κατοικου̃ντες ἐν αὐτη̨̃
ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται
ὅτι ἥκει κρι̃ναι τὴν γη̃ν κρινει̃ τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ καὶ λαοὺς ἐν εὐθύτητι
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.