ΨΑΛΜΟΙ,
ψαλμὀς 91
1 ψαλμὸς ὠ̨δη̃ς εἰς τὴν ἡμέραν του̃ σαββάτου |
2 ἀγαθὸν τὸ ἐξομολογει̃σθαι τω̨̃ κυρίω̨ καὶ ψάλλειν τω̨̃ ὀνόματί σου ὕψιστε |
3 του̃ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα |
4 ἐν δεκαχόρδω̨ ψαλτηρίω̨ μετ' ὠ̨δη̃ς ἐν κιθάρα̨ |
5 ὅτι εὔφρανάς με κύριε ἐν τω̨̃ ποιήματί σου καὶ ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν σου ἀγαλλιάσομαι |
6 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου |
7 ἀνὴρ ἄφρων οὐ γνώσεται καὶ ἀσύνετος οὐ συνήσει ταυ̃τα |
8 ἐν τω̨̃ ἀνατει̃λαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅπως ἂν ἐξολεθρευθω̃σιν εἰς τὸν αἰω̃να του̃ αἰω̃νος |
9 σὺ δὲ ὕψιστος εἰς τὸν αἰω̃να κύριε |
10 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολου̃νται καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν |
11 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γη̃ράς μου ἐν ἐλαίω̨ πίονι |
12 καὶ ἐπει̃δεν ὁ ὀφθαλμός μου ἐν τοι̃ς ἐχθροι̃ς μου καὶ ἐν τοι̃ς ἐπανιστανομένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὐ̃ς μου |
13 δίκαιος ὡς φοι̃νιξ ἀνθήσει ὡσεὶ κέδρος ἡ ἐν τω̨̃ Λιβάνω̨ πληθυνθήσεται |
14 πεφυτευμένοι ἐν τω̨̃ οἴκω̨ κυρίου ἐν ται̃ς αὐλαι̃ς του̃ θεου̃ ἡμω̃ν ἐξανθήσουσιν |
15 ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθου̃ντες ἔσονται |
16 του̃ ἀναγγει̃λαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτω̨̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.