Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 95

1 ὅτε ὁ οἰ̃κος ὠ̨κοδομει̃το μετὰ τὴν αἰχμαλωσίαν ὠ̨δὴ τω̨̃ Δαυιδ ἄ̨σατε τω̨̃ κυρίω̨ ἀ̨̃σμα καινόν ἄ̨σατε τω̨̃ κυρίω̨ πα̃σα ἡ γη̃
2 ἄ̨σατε τω̨̃ κυρίω̨ εὐλογήσατε τὸ ὄνομα αὐτου̃ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτου̃
3 ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὴν δόξαν αὐτου̃ ἐν πα̃σι τοι̃ς λαοι̃ς τὰ θαυμάσια αὐτου̃
4 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς
5 ὅτι πάντες οἱ θεοὶ τω̃ν ἐθνω̃ν δαιμόνια ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν
6 ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτου̃ ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τω̨̃ ἁγιάσματι αὐτου̃
7 ἐνέγκατε τω̨̃ κυρίω̨ αἱ πατριαὶ τω̃ν ἐθνω̃ν ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν καὶ τιμήν
8 ἐνέγκατε τω̨̃ κυρίω̨ δόξαν ὀνόματι αὐτου̃ ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτου̃
9 προσκυνήσατε τω̨̃ κυρίω̨ ἐν αὐλη̨̃ ἁγία̨ αὐτου̃ σαλευθήτω ἀπὸ προσώπου αὐτου̃ πα̃σα ἡ γη̃
10 εἴπατε ἐν τοι̃ς ἔθνεσιν ὁ κύριος ἐβασίλευσεν καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται κρινει̃ λαοὺς ἐν εὐθύτητι
11 εὐφραινέσθωσαν οἱ οὐρανοί καὶ ἀγαλλιάσθω ἡ γη̃ σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτη̃ς
12 χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοι̃ς τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα του̃ δρυμου̃
13 πρὸ προσώπου κυρίου ὅτι ἔρχεται ὅτι ἔρχεται κρι̃ναι τὴν γη̃ν κρινει̃ τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ καὶ λαοὺς ἐν τη̨̃ ἀληθεία̨ αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.