ΨΑΛΜΟΙ,
ψαλμὀς 98
1 ψαλμὸς τω̨̃ Δαυιδ ὁ κύριος ἐβασίλευσεν ὀργιζέσθωσαν λαοί ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν σαλευθήτω ἡ γη̃ |
2 κύριος ἐν Σιων μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς |
3 ἐξομολογησάσθωσαν τω̨̃ ὀνόματί σου τω̨̃ μεγάλω̨ ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν |
4 καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπα̨̃ σὺ ἡτοίμασας εὐθύτητας κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας |
5 ὑψου̃τε κύριον τὸν θεὸν ἡμω̃ν καὶ προσκυνει̃τε τω̨̃ ὑποποδίω̨ τω̃ν ποδω̃ν αὐτου̃ ὅτι ἅγιός ἐστιν |
6 Μωυση̃ς καὶ Ααρων ἐν τοι̃ς ἱερευ̃σιν αὐτου̃ καὶ Σαμουηλ ἐν τοι̃ς ἐπικαλουμένοις τὸ ὄνομα αὐτου̃ ἐπεκαλου̃ντο τὸν κύριον καὶ αὐτὸς ἐπήκουσεν αὐτω̃ν |
7 ἐν στύλω̨ νεφέλης ἐλάλει πρὸς αὐτούς ἐφύλασσον τὰ μαρτύρια αὐτου̃ καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοι̃ς |
8 κύριε ὁ θεὸς ἡμω̃ν σὺ ἐπήκουες αὐτω̃ν ὁ θεός σὺ εὐίλατος ἐγίνου αὐτοι̃ς καὶ ἐκδικω̃ν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτω̃ν |
9 ὑψου̃τε κύριον τὸν θεὸν ἡμω̃ν καὶ προσκυνει̃τε εἰς ὄρος ἅγιον αὐτου̃ ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.