1 καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδω̨ λέγων ἔγειρε καὶ μέτρησον τòν ναòν του̃ θεου̃ καὶ τò θυσιαστήριον καὶ τοὺς προσκυνου̃ντας ἐν αὐτω̨̃ |
2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν του̃ ναου̃ ἔκβαλε ἔξωθεν καὶ μὴ αὐτὴν μετρήση̨ς ὅτι ἐδόθη τοι̃ς ἔθνεσιν καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μη̃νας τεσσεράκοντα καὶ δύο |
3 καὶ δώσω τοι̃ς δυσὶν μάρτυσίν μου καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους |
4 οὑ̃τοί εἰσιν αἱ δύο ἐλαι̃αι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον του̃ κυρίου τη̃ς γη̃ς ἑστω̃τες |
5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικη̃σαι πυ̃ρ ἐκπορεύεται ἐκ του̃ στόματος αὐτω̃ν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτω̃ν καὶ εἴ τις θελήση̨ αὐτοὺς ἀδικη̃σαι οὕτως δει̃ αὐτòν ἀποκτανθη̃ναι |
6 οὑ̃τοι ἔχουσιν τὴν ἐξουσίαν κλει̃σαι τòν οὐρανόν ἵνα μὴ ὑετòς βρέχη̨ τὰς ἡμέρας τη̃ς προφητείας αὐτω̃ν καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τω̃ν ὑδάτων στρέφειν αὐτὰ εἰς αἱ̃μα καὶ πατάξαι τὴν γη̃ν ἐν πάση̨ πληγη̨̃ ὁσάκις ἐὰν θελήσωσιν |
7 καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτω̃ν τò θηρίον τò ἀναβαι̃νον ἐκ τη̃ς ἀβύσσου ποιήσει μετ' αὐτω̃ν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενει̃ αὐτούς |
8 καὶ τò πτω̃μα αὐτω̃ν ἐπὶ τη̃ς πλατείας τη̃ς πόλεως τη̃ς μεγάλης ἥτις καλει̃ται πνευματικω̃ς Σόδομα καὶ Αἴγυπτος ὅπου καὶ ὁ κύριος αὐτω̃ν ἐσταυρώθη |
9 καὶ βλέπουσιν ἐκ τω̃ν λαω̃ν καὶ φυλω̃ν καὶ γλωσσω̃ν καὶ ἐθνω̃ν τò πτω̃μα αὐτω̃ν ἡμέρας τρει̃ς καὶ ἥμισυ καὶ τὰ πτώματα αὐτω̃ν οὐκ ἀφίουσιν τεθη̃ναι εἰς μνη̃μα |
10 καὶ οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς χαίρουσιν ἐπ' αὐτοι̃ς καὶ εὐφραίνονται καὶ δω̃ρα πέμψουσιν ἀλλήλοις ὅτι οὑ̃τοι οἱ δύο προφη̃ται ἐβασάνισαν τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς |
11 καὶ μετὰ τὰς τρει̃ς ἡμέρας καὶ ἥμισυ πνευ̃μα ζωη̃ς ἐκ του̃ θεου̃ εἰση̃λθεν ἐν αὐτοι̃ς καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτω̃ν καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωρου̃ντας αὐτούς |
12 καὶ ἤκουσαν φωνη̃ς μεγάλης ἐκ του̃ οὐρανου̃ λεγούσης αὐτοι̃ς ἀνάβατε ὡ̃δε καὶ ἀνέβησαν εἰς τòν οὐρανòν ἐν τη̨̃ νεφέλη̨ καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτω̃ν |
13 καὶ ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ ἐγένετο σεισμòς μέγας καὶ τò δέκατον τη̃ς πόλεως ἔπεσεν καὶ ἀπεκτάνθησαν ἐν τω̨̃ σεισμω̨̃ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τω̨̃ θεω̨̃ του̃ οὐρανου̃ |
14 ἡ οὐαὶ ἡ δευτέρα ἀπη̃λθεν ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ |
15 καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τω̨̃ οὐρανω̨̃ λέγοντες ἐγένετο ἡ βασιλεία του̃ κόσμου του̃ κυρίου ἡμω̃ν καὶ του̃ Χριστου̃ αὐτου̃ καὶ βασιλεύσει εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων |
16 καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον του̃ θεου̃ καθήμενοι ἐπὶ τοὺς θρόνους αὐτω̃ν ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτω̃ν καὶ προσεκύνησαν τω̨̃ θεω̨̃ |
17 λέγοντες εὐχαριστου̃μέν σοι κύριε ὁ θεòς ὁ παντοκράτωρ ὁ ὢν καὶ ὁ ἠ̃ν ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας |
18 καὶ τὰ ἔθνη ὠργίσθησαν καὶ ἠ̃λθεν ἡ ὀργή σου καὶ ὁ καιρòς τω̃ν νεκρω̃ν κριθη̃ναι καὶ δου̃ναι τòν μισθòν τοι̃ς δούλοις σου τοι̃ς προφήταις καὶ τοι̃ς ἁγίοις καὶ τοι̃ς φοβουμένοις τò ὄνομά σου τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ διαφθει̃ραι τοὺς διαφθείροντας τὴν γη̃ν |
19 καὶ ἠνοίγη ὁ ναòς του̃ θεου̃ ὁ ἐν τω̨̃ οὐρανω̨̃ καὶ ὤφθη ἡ κιβωτòς τη̃ς διαθήκης αὐτου̃ ἐν τω̨̃ ναω̨̃ αὐτου̃ καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμòς καὶ χάλαζα μεγάλη |