Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 16

1 καὶ ἤκουσα μεγάλης φωνη̃ς ἐκ του̃ ναου̃ λεγούσης τοι̃ς ἑπτὰ ἀγγέλοις ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας του̃ θυμου̃ του̃ θεου̃ εἰς τὴν γη̃ν
2 καὶ ἀπη̃λθεν ὁ πρω̃τος καὶ ἐξέχεεν τὴν φιάλην αὐτου̃ εἰς τὴν γη̃ν καὶ ἐγένετο ἕλκος κακòν καὶ πονηρòν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τò χάραγμα του̃ θηρίου καὶ τοὺς προσκυνου̃ντας τη̨̃ εἰκόνι αὐτου̃
3 καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτου̃ εἰς τὴν θάλασσαν καὶ ἐγένετο αἱ̃μα ὡς νεκρου̃ καὶ πα̃σα ψυχὴ ζωη̃ς ἀπέθανεν τὰ ἐν τη̨̃ θαλάσση̨
4 καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τω̃ν ὑδάτων καὶ ἐγένετο αἱ̃μα
5 καὶ ἤκουσα του̃ ἀγγέλου τω̃ν ὑδάτων λέγοντος δίκαιος εἰ̃ ὁ ὢν καὶ ὁ ἠ̃ν ὁ ὅσιος ὅτι ταυ̃τα ἔκρινας
6 ὅτι αἱ̃μα ἁγίων καὶ προφητω̃ν ἐξέχεαν καὶ αἱ̃μα αὐτοι̃ς δέδωκας πιει̃ν ἄξιοί εἰσιν
7 καὶ ἤκουσα του̃ θυσιαστηρίου λέγοντος ναί κύριε ὁ θεòς ὁ παντοκράτωρ ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου
8 καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν ἥλιον καὶ ἐδόθη αὐτω̨̃ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί
9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καυ̃μα μέγα καὶ ἐβλασφήμησαν τò ὄνομα του̃ θεου̃ του̃ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας καὶ οὐ μετενόησαν δου̃ναι αὐτω̨̃ δόξαν
10 καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν θρόνον του̃ θηρίου καὶ ἐγένετο ἡ βασιλεία αὐτου̃ ἐσκοτωμένη καὶ ἐμασω̃ντο τὰς γλώσσας αὐτω̃ν ἐκ του̃ πόνου
11 καὶ ἐβλασφήμησαν τòν θεòν του̃ οὐρανου̃ ἐκ τω̃ν πόνων αὐτω̃ν καὶ ἐκ τω̃ν ἑλκω̃ν αὐτω̃ν καὶ οὐ μετενόησαν ἐκ τω̃ν ἔργων αὐτω̃ν
12 καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν ποταμòν τòν μέγαν τòν Εὐφράτην καὶ ἐξηράνθη τò ὕδωρ αὐτου̃ ἵνα ἑτοιμασθη̨̃ ἡ ὁδòς τω̃ν βασιλέων τω̃ν ἀπò ἀνατολη̃ς ἡλίου
13 καὶ εἰ̃δον ἐκ του̃ στόματος του̃ δράκοντος καὶ ἐκ του̃ στόματος του̃ θηρίου καὶ ἐκ του̃ στόματος του̃ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι
14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιου̃ντα σημει̃α ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλει̃ς τη̃ς οἰκουμένης ὅλης συναγαγει̃ν αὐτοὺς εἰς τòν πόλεμον τη̃ς ἡμέρας τη̃ς μεγάλης του̃ θεου̃ του̃ παντοκράτορος
15 ἰδοὺ ἔρχομαι ὡς κλέπτης μακάριος ὁ γρηγορω̃ν καὶ τηρω̃ν τὰ ἱμάτια αὐτου̃ ἵνα μὴ γυμνòς περιπατη̨̃ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτου̃
16 καὶ συνήγαγεν αὐτοὺς εἰς τòν τόπον τòν καλούμενον ‘Εβραϊστὶ ‘Αρμαγεδών
17 καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτου̃ ἐπὶ τòν ἀέρα καὶ ἐξη̃λθεν φωνὴ μεγάλη ἐκ του̃ ναου̃ ἀπò του̃ θρόνου λέγουσα γέγονεν
18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί καὶ σεισμòς ἐγένετο μέγας οἱ̃ος οὐκ ἐγένετο ἀφ' οὑ̃ ἄνθρωπος ἐγένετο ἐπὶ τη̃ς γη̃ς τηλικου̃τος σεισμòς οὕτω μέγας
19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη καὶ αἱ πόλεις τω̃ν ἐθνω̃ν ἔπεσαν καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον του̃ θεου̃ δου̃ναι αὐτη̨̃ τò ποτήριον του̃ οἴνου του̃ θυμου̃ τη̃ς ὀργη̃ς αὐτου̃
20 καὶ πα̃σα νη̃σος ἔφυγεν καὶ ὄρη οὐχ εὑρέθησαν
21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ του̃ οὐρανου̃ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τòν θεòν ἐκ τη̃ς πληγη̃ς τη̃ς χαλάζης ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτη̃ς σφόδρα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.