Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 17

1 καὶ ἠ̃λθεν εἱ̃ς ἐκ τω̃ν ἑπτὰ ἀγγέλων τω̃ν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησεν μετ' ἐμου̃ λέγων δευ̃ρο δείξω σοι τò κρίμα τη̃ς πόρνης τη̃ς μεγάλης τη̃ς καθημένης ἐπὶ ὑδάτων πολλω̃ν
2 μεθ' ἡ̃ς ἐπόρνευσαν οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ ἐμεθύσθησαν οἱ κατοικου̃ντες τὴν γη̃ν ἐκ του̃ οἴνου τη̃ς πορνείας αὐτη̃ς
3 καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι καὶ εἰ̃δον γυναι̃κα καθημένην ἐπὶ θηρίον κόκκινον γέμοντα ὀνόματα βλασφημίας ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα
4 καὶ ἡ γυνὴ ἠ̃ν περιβεβλημένη πορφυρου̃ν καὶ κόκκινον καὶ κεχρυσωμένη χρυσίω̨ καὶ λίθω̨ τιμίω̨ καὶ μαργαρίταις ἔχουσα ποτήριον χρυσου̃ν ἐν τη̨̃ χειρὶ αὐτη̃ς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τη̃ς πορνείας αὐτη̃ς
5 καὶ ἐπὶ τò μέτωπον αὐτη̃ς ὄνομα γεγραμμένον μυστήριον Βαβυλὼν ἡ μεγάλη ἡ μήτηρ τω̃ν πορνω̃ν καὶ τω̃ν βδελυγμάτων τη̃ς γη̃ς
6 καὶ εἰ̃δον τὴν γυναι̃κα μεθύουσαν ἐκ του̃ αἵματος τω̃ν ἁγίων καὶ ἐκ του̃ αἵματος τω̃ν μαρτύρων ’Ιησου̃ καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαυ̃μα μέγα
7 καὶ εἰ̃πέν μοι ὁ ἄγγελος διὰ τί ἐθαύμασας ἐγὼ ἐρω̃ σοι τò μυστήριον τη̃ς γυναικòς καὶ του̃ θηρίου του̃ βαστάζοντος αὐτήν του̃ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα
8 τò θηρίον ὃ εἰ̃δες ἠ̃ν καὶ οὐκ ἔστιν καὶ μέλλει ἀναβαίνειν ἐκ τη̃ς ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγει καὶ θαυμασθήσονται οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς ὡ̃ν οὐ γέγραπται τò ὄνομα ἐπὶ τò βιβλίον τη̃ς ζωη̃ς ἀπò καταβολη̃ς κόσμου βλεπόντων τò θηρίον ὅτι ἠ̃ν καὶ οὐκ ἔστιν καὶ παρέσται
9 ὡ̃δε ὁ νου̃ς ὁ ἔχων σοφίαν αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν ὅπου ἡ γυνὴ κάθηται ἐπ' αὐτω̃ν καὶ βασιλει̃ς ἑπτά εἰσιν
10 οἱ πέντε ἔπεσαν ὁ εἱ̃ς ἔστιν ὁ ἄλλος οὔπω ἠ̃λθεν καὶ ὅταν ἔλθη̨ ὀλίγον αὐτòν δει̃ μει̃ναι
11 καὶ τò θηρίον ὃ ἠ̃ν καὶ οὐκ ἔστιν καὶ αὐτòς ὄγδοός ἐστιν καὶ ἐκ τω̃ν ἑπτά ἐστιν καὶ εἰς ἀπώλειαν ὑπάγει
12 καὶ τὰ δέκα κέρατα ἃ εἰ̃δες δέκα βασιλει̃ς εἰσιν οἵτινες βασιλείαν οὔπω ἔλαβον ἀλλὰ ἐξουσίαν ὡς βασιλει̃ς μίαν ὥραν λαμβάνουσιν μετὰ του̃ θηρίου
13 οὑ̃τοι μίαν γνώμην ἔχουσιν καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτω̃ν τω̨̃ θηρίω̨ διδόασιν
14 οὑ̃τοι μετὰ του̃ ἀρνίου πολεμήσουσιν καὶ τò ἀρνίον νικήσει αὐτούς ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων καὶ οἱ μετ' αὐτου̃ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί
15 καὶ λέγει μοι τὰ ὕδατα ἃ εἰ̃δες οὑ̃ ἡ πόρνη κάθηται λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλω̃σσαι
16 καὶ τὰ δέκα κέρατα ἃ εἰ̃δες καὶ τò θηρίον οὑ̃τοι μισήσουσιν τὴν πόρνην καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν καὶ τὰς σάρκας αὐτη̃ς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί
17 ὁ γὰρ θεòς ἔδωκεν εἰς τὰς καρδίας αὐτω̃ν ποιη̃σαι τὴν γνώμην αὐτου̃ καὶ ποιη̃σαι μίαν γνώμην καὶ δου̃ναι τὴν βασιλείαν αὐτω̃ν τω̨̃ θηρίω̨ ἄχρι τελεσθήσονται οἱ λόγοι του̃ θεου̃
18 καὶ ἡ γυνὴ ἣν εἰ̃δες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τω̃ν βασιλέων τη̃ς γη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.