1 τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν ’Εφέσω̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ κρατω̃ν τοὺς ἑπτὰ ἀστέρας ἐν τη̨̃ δεξια̨̃ αὐτου̃ ὁ περιπατω̃ν ἐν μέσω̨ τω̃ν ἑπτὰ λυχνιω̃ν τω̃ν χρυσω̃ν |
2 οἰ̃δα τὰ ἔργα σου καὶ τòν κόπον καὶ τὴν ὑπομονήν σου καὶ ὅτι οὐ δύνη̨ βαστάσαι κακούς καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν καὶ εὑ̃ρες αὐτοὺς ψευδει̃ς |
3 καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας διὰ τò ὄνομά μου καὶ οὐ κεκοπίακες |
4 ἀλλὰ ἔχω κατὰ σου̃ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφη̃κες |
5 μνημόνευε οὐ̃ν πόθεν πέπτωκας καὶ μετανόησον καὶ τὰ πρω̃τα ἔργα ποίησον εἰ δὲ μή ἔρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ του̃ τόπου αὐτη̃ς ἐὰν μὴ μετανοήση̨ς |
6 ἀλλὰ του̃το ἔχεις ὅτι μισει̃ς τὰ ἔργα τω̃ν Νικολαϊτω̃ν ἃ κἀγὼ μισω̃ |
7 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις τω̨̃ νικω̃ντι δώσω αὐτω̨̃ φαγει̃ν ἐκ του̃ ξύλου τη̃ς ζωη̃ς ὅ ἐστιν ἐν τω̨̃ παραδείσω̨ του̃ θεου̃ |
8 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Σμύρνη̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ πρω̃τος καὶ ὁ ἔσχατος ὃς ἐγένετο νεκρòς καὶ ἔζησεν |
9 οἰ̃δά σου τὴν θλι̃ψιν καὶ τὴν πτωχείαν ἀλλὰ πλούσιος εἰ̃ καὶ τὴν βλασφημίαν ἐκ τω̃ν λεγόντων ’Ιουδαίους εἰ̃ναι ἑαυτούς καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ του̃ Σατανα̃ |
10 μηδὲν φοβου̃ ἃ μέλλεις πάσχειν ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμω̃ν εἰς φυλακὴν ἵνα πειρασθη̃τε καὶ ἕξετε θλι̃ψιν ἡμερω̃ν δέκα γίνου πιστòς ἄχρι θανάτου καὶ δώσω σοι τòν στέφανον τη̃ς ζωη̃ς |
11 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις ὁ νικω̃ν οὐ μὴ ἀδικηθη̨̃ ἐκ του̃ θανάτου του̃ δευτέρου |
12 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν Περγάμω̨ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξει̃αν |
13 οἰ̃δα που̃ κατοικει̃ς ὅπου ὁ θρόνος του̃ Σατανα̃ καὶ κρατει̃ς τò ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ται̃ς ἡμέραις ’Αντιπα̃ς ὁ μάρτυς μου ὁ πιστός μου ὃς ἀπεκτάνθη παρ' ὑμι̃ν ὅπου ὁ Σατανα̃ς κατοικει̃ |
14 ἀλλ' ἔχω κατὰ σου̃ ὀλίγα ὅτι ἔχεις ἐκει̃ κρατου̃ντας τὴν διδαχὴν Βαλαάμ ὃς ἐδίδασκεν τω̨̃ Βαλὰκ βαλει̃ν σκάνδαλον ἐνώπιον τω̃ν υἱω̃ν ’Ισραήλ φαγει̃ν εἰδωλόθυτα καὶ πορνευ̃σαι |
15 οὕτως ἔχεις καὶ σὺ κρατου̃ντας τὴν διδαχὴν τω̃ν Νικολαϊτω̃ν ὁμοίως |
16 μετανόησον οὐ̃ν εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ πολεμήσω μετ' αὐτω̃ν ἐν τη̨̃ ῥομφαία̨ του̃ στόματός μου |
17 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις τω̨̃ νικω̃ντι δώσω αὐτω̨̃ του̃ μάννα του̃ κεκρυμμένου καὶ δώσω αὐτω̨̃ ψη̃φον λευκὴν καὶ ἐπὶ τὴν ψη̃φον ὄνομα καινòν γεγραμμένον ὃ οὐδεὶς οἰ̃δεν εἰ μὴ ὁ λαμβάνων |
18 καὶ τω̨̃ ἀγγέλω̨ τη̃ς ἐν θυατείροις ἐκκλησίας γράψον τάδε λέγει ὁ υἱòς του̃ θεου̃ ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτου̃ ὡς φλόγα πυρός καὶ οἱ πόδες αὐτου̃ ὅμοιοι χαλκολιβάνω̨ |
19 οἰ̃δά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τω̃ν πρώτων |
20 ἀλλὰ ἔχω κατὰ σου̃ ὅτι ἀφει̃ς τὴν γυναι̃κα ’Ιεζάβελ ἡ λέγουσα ἑαυτὴν προφη̃τιν καὶ διδάσκει καὶ πλανα̨̃ τοὺς ἐμοὺς δούλους πορνευ̃σαι καὶ φαγει̃ν εἰδωλόθυτα |
21 καὶ ἔδωκα αὐτη̨̃ χρόνον ἵνα μετανοήση̨ καὶ οὐ θέλει μετανοη̃σαι ἐκ τη̃ς πορνείας αὐτη̃ς |
22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ' αὐτη̃ς εἰς θλι̃ψιν μεγάλην ἐὰν μὴ μετανοήσωσιν ἐκ τω̃ν ἔργων αὐτη̃ς |
23 καὶ τὰ τέκνα αὐτη̃ς ἀποκτενω̃ ἐν θανάτω̨ καὶ γνώσονται πα̃σαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνω̃ν νεφροὺς καὶ καρδίας καὶ δώσω ὑμι̃ν ἑκάστω̨ κατὰ τὰ ἔργα ὑμω̃ν |
24 ὑμι̃ν δὲ λέγω τοι̃ς λοιποι̃ς τοι̃ς ἐν Θυατείροις ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα του̃ Σατανα̃ ὡς λέγουσιν οὐ βάλλω ἐφ' ὑμα̃ς ἄλλο βάρος |
25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὑ̃ ἂν ἥξω |
26 καὶ ὁ νικω̃ν καὶ ὁ τηρω̃ν ἄχρι τέλους τὰ ἔργα μου δώσω αὐτω̨̃ ἐξουσίαν ἐπὶ τω̃ν ἐθνω̃ν |
27 καὶ ποιμανει̃ αὐτοὺς ἐν ῥάβδω̨ σιδηρα̨̃ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται |
28 ὡς κἀγὼ εἴληφα παρὰ του̃ πατρός μου καὶ δώσω αὐτω̨̃ τòν ἀστέρα τòν πρωϊνόν |
29 ὁ ἔχων οὐ̃ς ἀκουσάτω τί τò πνευ̃μα λέγει ται̃ς ἐκκλησίαις |