ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 20
1 καὶ εἰ̃δον ἄγγελον καταβαίνοντα ἐκ του̃ οὐρανου̃ ἔχοντα τὴν κλει̃ν τη̃ς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χει̃ρα αὐτου̃ |
2 καὶ ἐκράτησεν τòν δράκοντα ὁ ὄφις ὁ ἀρχαι̃ος ὅς ἐστιν Διάβολος καὶ ὁ Σατανα̃ς καὶ ἔδησεν αὐτòν χίλια ἔτη |
3 καὶ ἔβαλεν αὐτòν εἰς τὴν ἄβυσσον καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτου̃ ἵνα μὴ πλανήση̨ ἔτι τὰ ἔθνη ἄχρι τελεσθη̨̃ τὰ χίλια ἔτη μετὰ ταυ̃τα δει̃ λυθη̃ναι αὐτòν μικρòν χρόνον |
4 καὶ εἰ̃δον θρόνους καὶ ἐκάθισαν ἐπ' αὐτούς καὶ κρίμα ἐδόθη αὐτοι̃ς καὶ τὰς ψυχὰς τω̃ν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν ’Ιησου̃ καὶ διὰ τòν λόγον του̃ θεου̃ καὶ οἵτινες οὐ προσεκύνησαν τò θηρίον οὐδὲ τὴν εἰκόνα αὐτου̃ καὶ οὐκ ἔλαβον τò χάραγμα ἐπὶ τò μέτωπον καὶ ἐπὶ τὴν χει̃ρα αὐτω̃ν καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ του̃ Χριστου̃ χίλια ἔτη |
5 οἱ λοιποὶ τω̃ν νεκρω̃ν οὐκ ἔζησαν ἄχρι τελεσθη̨̃ τὰ χίλια ἔτη αὕτη ἡ ἀνάστασις ἡ πρώτη |
6 μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τη̨̃ ἀναστάσει τη̨̃ πρώτη̨ ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν ἀλλ' ἔσονται ἱερει̃ς του̃ θεου̃ καὶ του̃ Χριστου̃ καὶ βασιλεύσουσιν μετ' αὐτου̃ τὰ χίλια ἔτη |
7 καὶ ὅταν τελεσθη̨̃ τὰ χίλια ἔτη λυθήσεται ὁ Σατανα̃ς ἐκ τη̃ς φυλακη̃ς αὐτου̃ |
8 καὶ ἐξελεύσεται πλανη̃σαι τὰ ἔθνη τὰ ἐν ται̃ς τέσσαρσιν γωνίαις τη̃ς γη̃ς τòν Γὼγ καὶ Μαγώγ συναγαγει̃ν αὐτοὺς εἰς τòν πόλεμον ὡ̃ν ὁ ἀριθμòς αὐτω̃ν ὡς ἡ ἄμμος τη̃ς θαλάσσης |
9 καὶ ἀνέβησαν ἐπὶ τò πλάτος τη̃ς γη̃ς καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τω̃ν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην καὶ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν αὐτούς |
10 καὶ ὁ διάβολος ὁ πλανω̃ν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην του̃ πυρòς καὶ θείου ὅπου καὶ τò θηρίον καὶ ὁ ψευδοπροφήτης καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτòς εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων |
11 καὶ εἰ̃δον θρόνον μέγαν λευκòν καὶ τòν καθήμενον ἐπ' αὐτόν οὑ̃ ἀπò του̃ προσώπου ἔφυγεν ἡ γη̃ καὶ ὁ οὐρανός καὶ τόπος οὐχ εὑρέθη αὐτοι̃ς |
12 καὶ εἰ̃δον τοὺς νεκρούς τοὺς μεγάλους καὶ τοὺς μικρούς ἑστω̃τας ἐνώπιον του̃ θρόνου καὶ βιβλία ἠνοίχθησαν καὶ ἄλλο βιβλίον ἠνοίχθη ὅ ἐστιν τη̃ς ζωη̃ς καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τω̃ν γεγραμμένων ἐν τοι̃ς βιβλίοις κατὰ τὰ ἔργα αὐτω̃ν |
13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτη̨̃ καὶ ὁ θάνατος καὶ ὁ ἅ̨δης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοι̃ς καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτω̃ν |
14 καὶ ὁ θάνατος καὶ ὁ ἅ̨δης ἐβλήθησαν εἰς τὴν λίμνην του̃ πυρός οὑ̃τος ὁ θάνατος ὁ δεύτερός ἐστιν ἡ λίμνη του̃ πυρός |
15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν τη̨̃ βίβλω̨ τη̃ς ζωη̃ς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην του̃ πυρός |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.