Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 21

καὶ εἰ̃δον οὐρανòν καινòν καὶ γη̃ν καινήν ὁ γὰρ πρω̃τος οὐρανòς καὶ ἡ πρώτη γη̃ ἀπη̃λθαν καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι
καὶ τὴν πόλιν τὴν ἁγίαν ’Ιερουσαλὴμ καινὴν εἰ̃δον καταβαίνουσαν ἐκ του̃ οὐρανου̃ ἀπò του̃ θεου̃ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τω̨̃ ἀνδρὶ αὐτη̃ς
καὶ ἤκουσα φωνη̃ς μεγάλης ἐκ του̃ θρόνου λεγούσης ἰδοὺ ἡ σκηνὴ του̃ θεου̃ μετὰ τω̃ν ἀνθρώπων καὶ σκηνώσει μετ' αὐτω̃ν καὶ αὐτοὶ λαοὶ αὐτου̃ ἔσονται καὶ αὐτòς ὁ θεòς μετ' αὐτω̃ν ἔσται αὐτω̃ν θεός
καὶ ἐξαλείψει πα̃ν δάκρυον ἐκ τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι ὅτι τὰ πρω̃τα ἀπη̃λθαν
καὶ εἰ̃πεν ὁ καθήμενος ἐπὶ τω̨̃ θρόνω̨ ἰδοὺ καινὰ ποιω̃ πάντα καὶ λέγει γράψον ὅτι οὑ̃τοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν
καὶ εἰ̃πέν μοι γέγοναν ἐγώ εἰμι τò ἄλφα καὶ τò ὠ̃ ἡ ἀρχὴ καὶ τò τέλος ἐγὼ τω̨̃ διψω̃ντι δώσω ἐκ τη̃ς πηγη̃ς του̃ ὕδατος τη̃ς ζωη̃ς δωρεάν
ὁ νικω̃ν κληρονομήσει ταυ̃τα καὶ ἔσομαι αὐτω̨̃ θεòς καὶ αὐτòς ἔσται μοι υἱός
τοι̃ς δὲ δειλοι̃ς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονευ̃σιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πα̃σιν τοι̃ς ψευδέσιν τò μέρος αὐτω̃ν ἐν τη̨̃ λίμνη̨ τη̨̃ καιομένη̨ πυρὶ καὶ θείω̨ ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος
καὶ ἠ̃λθεν εἱ̃ς ἐκ τω̃ν ἑπτὰ ἀγγέλων τω̃ν ἐχόντων τὰς ἑπτὰ φιάλας τω̃ν γεμόντων τω̃ν ἑπτὰ πληγω̃ν τω̃ν ἐσχάτων καὶ ἐλάλησεν μετ' ἐμου̃ λέγων δευ̃ρο δείξω σοι τὴν νύμφην τὴν γυναι̃κα του̃ ἀρνίου
10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν ’Ιερουσαλὴμ καταβαίνουσαν ἐκ του̃ οὐρανου̃ ἀπò του̃ θεου̃
11 ἔχουσαν τὴν δόξαν του̃ θεου̃ ὁ φωστὴρ αὐτη̃ς ὅμοιος λίθω̨ τιμιωτάτω̨ ὡς λίθω̨ ἰάσπιδι κρυσταλλίζοντι
12 ἔχουσα τει̃χος μέγα καὶ ὑψηλόν ἔχουσα πυλω̃νας δώδεκα καὶ ἐπὶ τοι̃ς πυλω̃σιν ἀγγέλους δώδεκα καὶ ὀνόματα ἐπιγεγραμμένα ἅ ἐστιν τὰ ὀνόματα τω̃ν δώδεκα φυλω̃ν υἱω̃ν ’Ισραήλ
13 ἀπò ἀνατολη̃ς πυλω̃νες τρει̃ς καὶ ἀπò βορρα̃ πυλω̃νες τρει̃ς καὶ ἀπò νότου πυλω̃νες τρει̃ς καὶ ἀπò δυσμω̃ν πυλω̃νες τρει̃ς
14 καὶ τò τει̃χος τη̃ς πόλεως ἔχων θεμελίους δώδεκα καὶ ἐπ' αὐτω̃ν δώδεκα ὀνόματα τω̃ν δώδεκα ἀποστόλων του̃ ἀρνίου
15 καὶ ὁ λαλω̃ν μετ' ἐμου̃ εἰ̃χεν μέτρον κάλαμον χρυσου̃ν ἵνα μετρήση̨ τὴν πόλιν καὶ τοὺς πυλω̃νας αὐτη̃ς καὶ τò τει̃χος αὐτη̃ς
16 καὶ ἡ πόλις τετράγωνος κει̃ται καὶ τò μη̃κος αὐτη̃ς ὅσον καὶ τò πλάτος καὶ ἐμέτρησεν τὴν πόλιν τω̨̃ καλάμω̨ ἐπὶ σταδίων δώδεκα χιλιάδων τò μη̃κος καὶ τò πλάτος καὶ τò ὕψος αὐτη̃ς ἴσα ἐστίν
17 καὶ ἐμέτρησεν τò τει̃χος αὐτη̃ς ἑκατòν τεσσεράκοντα τεσσάρων πηχω̃ν μέτρον ἀνθρώπου ὅ ἐστιν ἀγγέλου
18 καὶ ἡ ἐνδώμησις του̃ τείχους αὐτη̃ς ἴασπις καὶ ἡ πόλις χρυσίον καθαρòν ὅμοιον ὑάλω̨ καθαρω̨̃
19 οἱ θεμέλιοι του̃ τείχους τη̃ς πόλεως παντὶ λίθω̨ τιμίω̨ κεκοσμημένοι ὁ θεμέλιος ὁ πρω̃τος ἴασπις ὁ δεύτερος σάπφιρος ὁ τρίτος χαλκηδών ὁ τέταρτος σμάραγδος
20 ὁ πέμπτος σαρδόνυξ ὁ ἕκτος σάρδιον ὁ ἕβδομος χρυσόλιθος ὁ ὄγδοος βήρυλλος ὁ ἔνατος τοπάζιον ὁ δέκατος χρυσόπρασος ὁ ἑνδέκατος ὑάκινθος ὁ δωδέκατος ἀμέθυστος
21 καὶ οἱ δώδεκα πυλω̃νες δώδεκα μαργαρι̃ται ἀνὰ εἱ̃ς ἕκαστος τω̃ν πυλώνων ἠ̃ν ἐξ ἑνòς μαργαρίτου καὶ ἡ πλατει̃α τη̃ς πόλεως χρυσίον καθαρòν ὡς ὕαλος διαυγής
22 καὶ ναòν οὐκ εἰ̃δον ἐν αὐτη̨̃ ὁ γὰρ κύριος ὁ θεòς ὁ παντοκράτωρ ναòς αὐτη̃ς ἐστιν καὶ τò ἀρνίον
23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει του̃ ἡλίου οὐδὲ τη̃ς σελήνης ἵνα φαίνωσιν αὐτη̨̃ ἡ γὰρ δόξα του̃ θεου̃ ἐφώτισεν αὐτήν καὶ ὁ λύχνος αὐτη̃ς τò ἀρνίον
24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ του̃ φωτòς αὐτη̃ς καὶ οἱ βασιλει̃ς τη̃ς γη̃ς φέρουσιν τὴν δόξαν αὐτω̃ν εἰς αὐτήν
25 καὶ οἱ πυλω̃νες αὐτη̃ς οὐ μὴ κλεισθω̃σιν ἡμέρας νὺξ γὰρ οὐκ ἔσται ἐκει̃
26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τω̃ν ἐθνω̃ν εἰς αὐτήν
27 καὶ οὐ μὴ εἰσέλθη̨ εἰς αὐτὴν πα̃ν κοινòν καὶ ὁ ποιω̃ν βδέλυγμα καὶ ψευ̃δος εἰ μὴ οἱ γεγραμμένοι ἐν τω̨̃ βιβλίω̨ τη̃ς ζωη̃ς του̃ ἀρνίου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.