ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 7
1 μετὰ του̃το εἰ̃δον τέσσαρας ἀγγέλους ἑστω̃τας ἐπὶ τὰς τέσσαρας γωνίας τη̃ς γη̃ς κρατου̃ντας τοὺς τέσσαρας ἀνέμους τη̃ς γη̃ς ἵνα μὴ πνέη̨ ἄνεμος ἐπὶ τη̃ς γη̃ς μήτε ἐπὶ τη̃ς θαλάσσης μήτε ἐπὶ πα̃ν δένδρον |
2 καὶ εἰ̃δον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπò ἀνατολη̃ς ἡλίου ἔχοντα σφραγι̃δα θεου̃ ζω̃ντος καὶ ἔκραξεν φωνη̨̃ μεγάλη̨ τοι̃ς τέσσαρσιν ἀγγέλοις οἱ̃ς ἐδόθη αὐτοι̃ς ἀδικη̃σαι τὴν γη̃ν καὶ τὴν θάλασσαν |
3 λέγων μὴ ἀδικήσητε τὴν γη̃ν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι σφραγίσωμεν τοὺς δούλους του̃ θεου̃ ἡμω̃ν ἐπὶ τω̃ν μετώπων αὐτω̃ν |
4 καὶ ἤκουσα τòν ἀριθμòν τω̃ν ἐσφραγισμένων ἑκατòν τεσσεράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλη̃ς υἱω̃ν ’Ισραήλ |
5 ἐκ φυλη̃ς ’Ιούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι ἐκ φυλη̃ς ‘Ρουβὴν δώδεκα χιλιάδες ἐκ φυλη̃ς Γὰδ δώδεκα χιλιάδες |
6 ἐκ φυλη̃ς ’Ασὴρ δώδεκα χιλιάδες ἐκ φυλη̃ς Νεφθαλὶμ δώδεκα χιλιάδες ἐκ φυλη̃ς Μανασση̃ δώδεκα χιλιάδες |
7 ἐκ φυλη̃ς Συμεὼν δώδεκα χιλιάδες ἐκ φυλη̃ς Λευὶ δώδεκα χιλιάδες ἐκ φυλη̃ς ’Ισσαχὰρ δώδεκα χιλιάδες |
8 ἐκ φυλη̃ς Ζαβουλὼν δώδεκα χιλιάδες ἐκ φυλη̃ς ’Ιωσὴφ δώδεκα χιλιάδες ἐκ φυλη̃ς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι |
9 μετὰ ταυ̃τα εἰ̃δον καὶ ἰδοὺ ὄχλος πολύς ὃν ἀριθμη̃σαι αὐτòν οὐδεὶς ἐδύνατο ἐκ παντòς ἔθνους καὶ φυλω̃ν καὶ λαω̃ν καὶ γλωσσω̃ν ἑστω̃τες ἐνώπιον του̃ θρόνου καὶ ἐνώπιον του̃ ἀρνίου περιβεβλημένους στολὰς λευκάς καὶ φοίνικες ἐν ται̃ς χερσὶν αὐτω̃ν |
10 καὶ κράζουσιν φωνη̨̃ μεγάλη̨ λέγοντες ἡ σωτηρία τω̨̃ θεω̨̃ ἡμω̃ν τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ καὶ τω̨̃ ἀρνίω̨ |
11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλω̨ του̃ θρόνου καὶ τω̃ν πρεσβυτέρων καὶ τω̃ν τεσσάρων ζώ̨ων καὶ ἔπεσαν ἐνώπιον του̃ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτω̃ν καὶ προσεκύνησαν τω̨̃ θεω̨̃ |
12 λέγοντες ἀμήν ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τω̨̃ θεω̨̃ ἡμω̃ν εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν |
13 καὶ ἀπεκρίθη εἱ̃ς ἐκ τω̃ν πρεσβυτέρων λέγων μοι οὑ̃τοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἠ̃λθον |
14 καὶ εἴρηκα αὐτω̨̃ κύριέ μου σὺ οἰ̃δας καὶ εἰ̃πέν μοι οὑ̃τοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τη̃ς θλίψεως τη̃ς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτω̃ν καὶ ἐλεύκαναν αὐτὰς ἐν τω̨̃ αἵματι του̃ ἀρνίου |
15 διὰ του̃τό εἰσιν ἐνώπιον του̃ θρόνου του̃ θεου̃ καὶ λατρεύουσιν αὐτω̨̃ ἡμέρας καὶ νυκτòς ἐν τω̨̃ ναω̨̃ αὐτου̃ καὶ ὁ καθήμενος ἐπὶ του̃ θρόνου σκηνώσει ἐπ' αὐτούς |
16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ μὴ πέση̨ ἐπ' αὐτοὺς ὁ ἥλιος οὐδὲ πα̃ν καυ̃μα |
17 ὅτι τò ἀρνίον τò ἀνὰ μέσον του̃ θρόνου ποιμανει̃ αὐτούς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωη̃ς πηγὰς ὑδάτων καὶ ἐξαλείψει ὁ θεòς πα̃ν δάκρυον ἐκ τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.