Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 1

1 Παυ̃λος δου̃λος Χριστου̃ ’Ιησου̃ κλητòς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεου̃
2 ὃ προεπηγγείλατο διὰ τω̃ν προφητω̃ν αὐτου̃ ἐν γραφαι̃ς ἁγίαις
3 περὶ του̃ υἱου̃ αὐτου̃ του̃ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα
4 του̃ ὁρισθέντος υἱου̃ θεου̃ ἐν δυνάμει κατὰ πνευ̃μα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρω̃ν ’Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν
5 δι' οὑ̃ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πα̃σιν τοι̃ς ἔθνεσιν ὑπὲρ του̃ ὀνόματος αὐτου̃
6 ἐν οἱ̃ς ἐστε καὶ ὑμει̃ς κλητοὶ ’Ιησου̃ Χριστου̃
7 πα̃σιν τοι̃ς οὐ̃σιν ἐν ‘Ρώμη̨ ἀγαπητοι̃ς θεου̃ κλητοι̃ς ἁγίοις χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃
8 πρω̃τον μὲν εὐχαριστω̃ τω̨̃ θεω̨̃ μου διὰ ’Ιησου̃ Χριστου̃ περὶ πάντων ὑμω̃ν ὅτι ἡ πίστις ὑμω̃ν καταγγέλλεται ἐν ὅλω̨ τω̨̃ κόσμω̨
9 μάρτυς γάρ μού ἐστιν ὁ θεός ὡ̨̃ λατρεύω ἐν τω̨̃ πνεύματί μου ἐν τω̨̃ εὐαγγελίω̨ του̃ υἱου̃ αὐτου̃ ὡς ἀδιαλείπτως μνείαν ὑμω̃ν ποιου̃μαι
10 πάντοτε ἐπὶ τω̃ν προσευχω̃ν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τω̨̃ θελήματι του̃ θεου̃ ἐλθει̃ν πρòς ὑμα̃ς
11 ἐπιποθω̃ γὰρ ἰδει̃ν ὑμα̃ς ἵνα τι μεταδω̃ χάρισμα ὑμι̃ν πνευματικòν εἰς τò στηριχθη̃ναι ὑμα̃ς
12 του̃το δέ ἐστιν συμπαρακληθη̃ναι ἐν ὑμι̃ν διὰ τη̃ς ἐν ἀλλήλοις πίστεως ὑμω̃ν τε καὶ ἐμου̃
13 οὐ θέλω δὲ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὅτι πολλάκις προεθέμην ἐλθει̃ν πρòς ὑμα̃ς καὶ ἐκωλύθην ἄχρι του̃ δευ̃ρο ἵνα τινὰ καρπòν σχω̃ καὶ ἐν ὑμι̃ν καθὼς καὶ ἐν τοι̃ς λοιποι̃ς ἔθνεσιν
14 ‘Έλλησίν τε καὶ βαρβάροις σοφοι̃ς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί
15 οὕτως τò κατ' ἐμὲ πρόθυμον καὶ ὑμι̃ν τοι̃ς ἐν ‘Ρώμη̨ εὐαγγελίσασθαι
16 οὐ γὰρ ἐπαισχύνομαι τò εὐαγγέλιον δύναμις γὰρ θεου̃ ἐστιν εἰς σωτηρίαν παντὶ τω̨̃ πιστεύοντι ’Ιουδαίω̨ τε πρω̃τον καὶ ‘Έλληνι
17 δικαιοσύνη γὰρ θεου̃ ἐν αὐτω̨̃ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται
18 ἀποκαλύπτεται γὰρ ὀργὴ θεου̃ ἀπ' οὐρανου̃ ἐπὶ πα̃σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τω̃ν τὴν ἀλήθειαν ἐν ἀδικία̨ κατεχόντων
19 διότι τò γνωστòν του̃ θεου̃ φανερόν ἐστιν ἐν αὐτοι̃ς ὁ θεòς γὰρ αὐτοι̃ς ἐφανέρωσεν
20 τὰ γὰρ ἀόρατα αὐτου̃ ἀπò κτίσεως κόσμου τοι̃ς ποιήμασιν νοούμενα καθορα̃ται ἥ τε ἀΐδιος αὐτου̃ δύναμις καὶ θειότης εἰς τò εἰ̃ναι αὐτοὺς ἀναπολογήτους
21 διότι γνόντες τòν θεòν οὐχ ὡς θεòν ἐδόξασαν ἢ ηὐχαρίστησαν ἀλλ' ἐματαιώθησαν ἐν τοι̃ς διαλογισμοι̃ς αὐτω̃ν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτω̃ν καρδία
22 φάσκοντες εἰ̃ναι σοφοὶ ἐμωράνθησαν
23 καὶ ἤλλαξαν τὴν δόξαν του̃ ἀφθάρτου θεου̃ ἐν ὁμοιώματι εἰκόνος φθαρτου̃ ἀνθρώπου καὶ πετεινω̃ν καὶ τετραπόδων καὶ ἑρπετω̃ν
24 διò παρέδωκεν αὐτοὺς ὁ θεòς ἐν ται̃ς ἐπιθυμίαις τω̃ν καρδιω̃ν αὐτω̃ν εἰς ἀκαθαρσίαν του̃ ἀτιμάζεσθαι τὰ σώματα αὐτω̃ν ἐν αὐτοι̃ς
25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν του̃ θεου̃ ἐν τω̨̃ ψεύδει καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τη̨̃ κτίσει παρὰ τòν κτίσαντα ὅς ἐστιν εὐλογητòς εἰς τοὺς αἰω̃νας ἀμήν
26 διὰ του̃το παρέδωκεν αὐτοὺς ὁ θεòς εἰς πάθη ἀτιμίας αἵ τε γὰρ θήλειαι αὐτω̃ν μετήλλαξαν τὴν φυσικὴν χρη̃σιν εἰς τὴν παρὰ φύσιν
27 ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρη̃σιν τη̃ς θηλείας ἐξεκαύθησαν ἐν τη̨̃ ὀρέξει αὐτω̃ν εἰς ἀλλήλους ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τη̃ς πλάνης αὐτω̃ν ἐν ἑαυτοι̃ς ἀπολαμβάνοντες
28 καὶ καθὼς οὐκ ἐδοκίμασαν τòν θεòν ἔχειν ἐν ἐπιγνώσει παρέδωκεν αὐτοὺς ὁ θεòς εἰς ἀδόκιμον νου̃ν ποιει̃ν τὰ μὴ καθήκοντα
29 πεπληρωμένους πάση̨ ἀδικία̨ πονηρία̨ πλεονεξία̨ κακία̨ μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας ψιθυριστάς
30 καταλάλους θεοστυγει̃ς ὑβριστάς ὑπερηφάνους ἀλαζόνας ἐφευρετὰς κακω̃ν γονευ̃σιν ἀπειθει̃ς
31 ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀνελεήμονας
32 οἵτινες τò δικαίωμα του̃ θεου̃ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαυ̃τα πράσσοντες ἄξιοι θανάτου εἰσίν οὐ μόνον αὐτὰ ποιου̃σιν ἀλλὰ καὶ συνευδοκου̃σιν τοι̃ς πράσσουσιν

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 2

1 διò ἀναπολόγητος εἰ̃ ὠ̃ ἄνθρωπε πα̃ς ὁ κρίνων ἐν ὡ̨̃ γὰρ κρίνεις τòν ἕτερον σεαυτòν κατακρίνεις τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων
2 οἴδαμεν δὲ ὅτι τò κρίμα του̃ θεου̃ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαυ̃τα πράσσοντας
3 λογίζη̨ δὲ του̃το ὠ̃ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαυ̃τα πράσσοντας καὶ ποιω̃ν αὐτά ὅτι σὺ ἐκφεύξη̨ τò κρίμα του̃ θεου̃
4 ἢ του̃ πλούτου τη̃ς χρηστότητος αὐτου̃ καὶ τη̃ς ἀνοχη̃ς καὶ τη̃ς μακροθυμίας καταφρονει̃ς ἀγνοω̃ν ὅτι τò χρηστòν του̃ θεου̃ εἰς μετάνοιάν σε ἄγει
5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτω̨̃ ὀργὴν ἐν ἡμέρα̨ ὀργη̃ς καὶ ἀποκαλύψεως δικαιοκρισίας του̃ θεου̃
6 ὃς ἀποδώσει ἑκάστω̨ κατὰ τὰ ἔργα αὐτου̃
7 τοι̃ς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθου̃ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητου̃σιν ζωὴν αἰώνιον
8 τοι̃ς δὲ ἐξ ἐριθείας καὶ ἀπειθου̃σι τη̨̃ ἀληθεία̨ πειθομένοις δὲ τη̨̃ ἀδικία̨ ὀργὴ καὶ θυμός
9 θλι̃ψις καὶ στενοχωρία ἐπὶ πα̃σαν ψυχὴν ἀνθρώπου του̃ κατεργαζομένου τò κακόν ’Ιουδαίου τε πρω̃τον καὶ ‘Έλληνος
10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τω̨̃ ἐργαζομένω̨ τò ἀγαθόν ’Ιουδαίω̨ τε πρω̃τον καὶ ‘Έλληνι
11 οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τω̨̃ θεω̨̃
12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολου̃νται καὶ ὅσοι ἐν νόμω̨ ἥμαρτον διὰ νόμου κριθήσονται
13 οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ τω̨̃ θεω̨̃ ἀλλ' οἱ ποιηταὶ νόμου δικαιωθήσονται
14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ του̃ νόμου ποιω̃σιν οὑ̃τοι νόμον μὴ ἔχοντες ἑαυτοι̃ς εἰσιν νόμος
15 οἵτινες ἐνδείκνυνται τò ἔργον του̃ νόμου γραπτòν ἐν ται̃ς καρδίαις αὐτω̃ν συμμαρτυρούσης αὐτω̃ν τη̃ς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τω̃ν λογισμω̃ν κατηγορούντων ἢ καὶ ἀπολογουμένων
16 ἐν ἡμέρα̨ ὅτε κρίνει ὁ θεòς τὰ κρυπτὰ τω̃ν ἀνθρώπων κατὰ τò εὐαγγέλιόν μου διὰ Χριστου̃ ’Ιησου̃
17 εἰ δὲ σὺ ’Ιουδαι̃ος ἐπονομάζη̨ καὶ ἐπαναπαύη̨ νόμω̨ καὶ καυχα̃σαι ἐν θεω̨̃
18 καὶ γινώσκεις τò θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ του̃ νόμου
19 πέποιθάς τε σεαυτòν ὁδηγòν εἰ̃ναι τυφλω̃ν φω̃ς τω̃ν ἐν σκότει
20 παιδευτὴν ἀφρόνων διδάσκαλον νηπίων ἔχοντα τὴν μόρφωσιν τη̃ς γνώσεως καὶ τη̃ς ἀληθείας ἐν τω̨̃ νόμω̨
21 ὁ οὐ̃ν διδάσκων ἕτερον σεαυτòν οὐ διδάσκεις ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις
22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλει̃ς
23 ὃς ἐν νόμω̨ καυχα̃σαι διὰ τη̃ς παραβάσεως του̃ νόμου τòν θεòν ἀτιμάζεις
24 τò γὰρ ὄνομα του̃ θεου̃ δι' ὑμα̃ς βλασφημει̃ται ἐν τοι̃ς ἔθνεσιν καθὼς γέγραπται
25 περιτομὴ μὲν γὰρ ὠφελει̃ ἐὰν νόμον πράσση̨ς ἐὰν δὲ παραβάτης νόμου ἠ̨̃ς ἡ περιτομή σου ἀκροβυστία γέγονεν
26 ἐὰν οὐ̃ν ἡ ἀκροβυστία τὰ δικαιώματα του̃ νόμου φυλάσση̨ οὐχ ἡ ἀκροβυστία αὐτου̃ εἰς περιτομὴν λογισθήσεται
27 καὶ κρινει̃ ἡ ἐκ φύσεως ἀκροβυστία τòν νόμον τελου̃σα σὲ τòν διὰ γράμματος καὶ περιτομη̃ς παραβάτην νόμου
28 οὐ γὰρ ὁ ἐν τω̨̃ φανερω̨̃ ’Ιουδαι̃ός ἐστιν οὐδὲ ἡ ἐν τω̨̃ φανερω̨̃ ἐν σαρκὶ περιτομή
29 ἀλλ' ὁ ἐν τω̨̃ κρυπτω̨̃ ’Ιουδαι̃ος καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι οὑ̃ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ' ἐκ του̃ θεου̃

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 3,  στἰχοι 1-20

1 τί οὐ̃ν τò περισσòν του̃ ’Ιουδαίου ἢ τίς ἡ ὠφέλεια τη̃ς περιτομη̃ς
2 πολὺ κατὰ πάντα τρόπον πρω̃τον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια του̃ θεου̃
3 τί γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτω̃ν τὴν πίστιν του̃ θεου̃ καταργήσει
4 μὴ γένοιτο γινέσθω δὲ ὁ θεòς ἀληθής πα̃ς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται ὅπως ἂν δικαιωθη̨̃ς ἐν τοι̃ς λόγοις σου καὶ νικήσεις ἐν τω̨̃ κρίνεσθαί σε
5 εἰ δὲ ἡ ἀδικία ἡμω̃ν θεου̃ δικαιοσύνην συνίστησιν τί ἐρου̃μεν μὴ ἄδικος ὁ θεòς ὁ ἐπιφέρων τὴν ὀργήν κατὰ ἄνθρωπον λέγω
6 μὴ γένοιτο ἐπεὶ πω̃ς κρινει̃ ὁ θεòς τòν κόσμον
7 εἰ δὲ ἡ ἀλήθεια του̃ θεου̃ ἐν τω̨̃ ἐμω̨̃ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτου̃ τί ἔτι κἀγὼ ὡς ἁμαρτωλòς κρίνομαι
8 καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμα̃ς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθη̨ τὰ ἀγαθά ὡ̃ν τò κρίμα ἔνδικόν ἐστιν
9 τί οὐ̃ν προεχόμεθα οὐ πάντως προη̨τιασάμεθα γὰρ ’Ιουδαίους τε καὶ ‘Έλληνας πάντας ὑφ' ἁμαρτίαν εἰ̃ναι
10 καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἱ̃ς
11 οὐκ ἔστιν ὁ συνίων οὐκ ἔστιν ὁ ἐκζητω̃ν τòν θεόν
12 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ὁ ποιω̃ν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός
13 τάφος ἀνεω̨γμένος ὁ λάρυγξ αὐτω̃ν ται̃ς γλώσσαις αὐτω̃ν ἐδολιου̃σαν ἰòς ἀσπίδων ὑπò τὰ χείλη αὐτω̃ν
14 ὡ̃ν τò στόμα ἀρα̃ς καὶ πικρίας γέμει
15 ὀξει̃ς οἱ πόδες αὐτω̃ν ἐκχέαι αἱ̃μα
16 σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν
17 καὶ ὁδòν εἰρήνης οὐκ ἔγνωσαν
18 οὐκ ἔστιν φόβος θεου̃ ἀπέναντι τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν
19 οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοι̃ς ἐν τω̨̃ νόμω̨ λαλει̃ ἵνα πα̃ν στόμα φραγη̨̃ καὶ ὑπόδικος γένηται πα̃ς ὁ κόσμος τω̨̃ θεω̨̃
20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πα̃σα σὰρξ ἐνώπιον αὐτου̃ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.