Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 3,  στἰχοι 20-28

20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πα̃σα σὰρξ ἐνώπιον αὐτου̃ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας
21 νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεου̃ πεφανέρωται μαρτυρουμένη ὑπò του̃ νόμου καὶ τω̃ν προφητω̃ν
22 δικαιοσύνη δὲ θεου̃ διὰ πίστεως ’Ιησου̃ Χριστου̃ εἰς πάντας τοὺς πιστεύοντας οὐ γάρ ἐστιν διαστολή
23 πάντες γὰρ ἥμαρτον καὶ ὑστερου̃νται τη̃ς δόξης του̃ θεου̃
24 δικαιούμενοι δωρεὰν τη̨̃ αὐτου̃ χάριτι διὰ τη̃ς ἀπολυτρώσεως τη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃
25 ὃν προέθετο ὁ θεòς ἱλαστήριον διὰ τη̃ς πίστεως ἐν τω̨̃ αὐτου̃ αἵματι εἰς ἔνδειξιν τη̃ς δικαιοσύνης αὐτου̃ διὰ τὴν πάρεσιν τω̃ν προγεγονότων ἁμαρτημάτων
26 ἐν τη̨̃ ἀνοχη̨̃ του̃ θεου̃ πρòς τὴν ἔνδειξιν τη̃ς δικαιοσύνης αὐτου̃ ἐν τω̨̃ νυ̃ν καιρω̨̃ εἰς τò εἰ̃ναι αὐτòν δίκαιον καὶ δικαιου̃ντα τòν ἐκ πίστεως ’Ιησου̃
27 που̃ οὐ̃ν ἡ καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου τω̃ν ἔργων οὐχί ἀλλὰ διὰ νόμου πίστεως
28 λογιζόμεθα γὰρ δικαιου̃σθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.