1 τί οὐ̃ν ἐρου̃μεν ἐπιμένωμεν τη̨̃ ἁμαρτία̨ ἵνα ἡ χάρις πλεονάση̨ |
2 μὴ γένοιτο οἵτινες ἀπεθάνομεν τη̨̃ ἁμαρτία̨ πω̃ς ἔτι ζήσομεν ἐν αὐτη̨̃ |
3 ἢ ἀγνοει̃τε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστòν ’Ιησου̃ν εἰς τòν θάνατον αὐτου̃ ἐβαπτίσθημεν |
4 συνετάφημεν οὐ̃ν αὐτω̨̃ διὰ του̃ βαπτίσματος εἰς τòν θάνατον ἵνα ὥσπερ ἠγέρθη Χριστòς ἐκ νεκρω̃ν διὰ τη̃ς δόξης του̃ πατρός οὕτως καὶ ἡμει̃ς ἐν καινότητι ζωη̃ς περιπατήσωμεν |
5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τω̨̃ ὁμοιώματι του̃ θανάτου αὐτου̃ ἀλλὰ καὶ τη̃ς ἀναστάσεως ἐσόμεθα |
6 του̃το γινώσκοντες ὅτι ὁ παλαιòς ἡμω̃ν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθη̨̃ τò σω̃μα τη̃ς ἁμαρτίας του̃ μηκέτι δουλεύειν ἡμα̃ς τη̨̃ ἁμαρτία̨ |
7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπò τη̃ς ἁμαρτίας |
8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστω̨̃ πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτω̨̃ |
9 εἰδότες ὅτι Χριστòς ἐγερθεὶς ἐκ νεκρω̃ν οὐκέτι ἀποθνή̨σκει θάνατος αὐτου̃ οὐκέτι κυριεύει |
10 ὃ γὰρ ἀπέθανεν τη̨̃ ἁμαρτία̨ ἀπέθανεν ἐφάπαξ ὃ δὲ ζη̨̃ ζη̨̃ τω̨̃ θεω̨̃ |
11 οὕτως καὶ ὑμει̃ς λογίζεσθε ἑαυτοὺς εἰ̃ναι νεκροὺς μὲν τη̨̃ ἁμαρτία̨ ζω̃ντας δὲ τω̨̃ θεω̨̃ ἐν Χριστω̨̃ ’Ιησου̃ |
12 μὴ οὐ̃ν βασιλευέτω ἡ ἁμαρτία ἐν τω̨̃ θνητω̨̃ ὑμω̃ν σώματι εἰς τò ὑπακούειν ται̃ς ἐπιθυμίαις αὐτου̃ |
13 μηδὲ παριστάνετε τὰ μέλη ὑμω̃ν ὅπλα ἀδικίας τη̨̃ ἁμαρτία̨ ἀλλὰ παραστήσατε ἑαυτοὺς τω̨̃ θεω̨̃ ὡσεὶ ἐκ νεκρω̃ν ζω̃ντας καὶ τὰ μέλη ὑμω̃ν ὅπλα δικαιοσύνης τω̨̃ θεω̨̃ |
14 ἁμαρτία γὰρ ὑμω̃ν οὐ κυριεύσει οὐ γάρ ἐστε ὑπò νόμον ἀλλὰ ὑπò χάριν |
15 τί οὐ̃ν ἁμαρτήσωμεν ὅτι οὐκ ἐσμὲν ὑπò νόμον ἀλλὰ ὑπò χάριν μὴ γένοιτο |
16 οὐκ οἴδατε ὅτι ὡ̨̃ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν δου̃λοί ἐστε ὡ̨̃ ὑπακούετε ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοη̃ς εἰς δικαιοσύνην |
17 χάρις δὲ τω̨̃ θεω̨̃ ὅτι ἠ̃τε δου̃λοι τη̃ς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχη̃ς |
18 ἐλευθερωθέντες δὲ ἀπò τη̃ς ἁμαρτίας ἐδουλώθητε τη̨̃ δικαιοσύνη̨ |
19 ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τη̃ς σαρκòς ὑμω̃ν ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμω̃ν δου̃λα τη̨̃ ἀκαθαρσία̨ καὶ τη̨̃ ἀνομία̨ εἰς τὴν ἀνομίαν οὕτως νυ̃ν παραστήσατε τὰ μέλη ὑμω̃ν δου̃λα τη̨̃ δικαιοσύνη̨ εἰς ἁγιασμόν |
20 ὅτε γὰρ δου̃λοι ἠ̃τε τη̃ς ἁμαρτίας ἐλεύθεροι ἠ̃τε τη̨̃ δικαιοσύνη̨ |
21 τίνα οὐ̃ν καρπòν εἴχετε τότε ἐφ' οἱ̃ς νυ̃ν ἐπαισχύνεσθε τò γὰρ τέλος ἐκείνων θάνατος |
22 νυνὶ δέ ἐλευθερωθέντες ἀπò τη̃ς ἁμαρτίας δουλωθέντες δὲ τω̨̃ θεω̨̃ ἔχετε τòν καρπòν ὑμω̃ν εἰς ἁγιασμόν τò δὲ τέλος ζωὴν αἰώνιον |
23 τὰ γὰρ ὀψώνια τη̃ς ἁμαρτίας θάνατος τò δὲ χάρισμα του̃ θεου̃ ζωὴ αἰώνιος ἐν Χριστω̨̃ ’Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν |