Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 9

1 ἀλήθειαν λέγω ἐν Χριστω̨̃ οὐ ψεύδομαι συμμαρτυρούσης μοι τη̃ς συνειδήσεώς μου ἐν πνεύματι ἁγίω̨
2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τη̨̃ καρδία̨ μου
3 ηὐχόμην γὰρ ἀνάθεμα εἰ̃ναι αὐτòς ἐγὼ ἀπò του̃ Χριστου̃ ὑπὲρ τω̃ν ἀδελφω̃ν μου τω̃ν συγγενω̃ν μου κατὰ σάρκα
4 οἵτινές εἰσιν ’Ισραηλι̃ται ὡ̃ν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθη̃και καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι
5 ὡ̃ν οἱ πατέρες καὶ ἐξ ὡ̃ν ὁ Χριστòς τò κατὰ σάρκα ὁ ὢν ἐπὶ πάντων θεòς εὐλογητòς εἰς τοὺς αἰω̃νας ἀμήν
6 οὐχ οἱ̃ον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος του̃ θεου̃ οὐ γὰρ πάντες οἱ ἐξ ’Ισραήλ οὑ̃τοι ’Ισραήλ
7 οὐδ' ὅτι εἰσὶν σπέρμα ’Αβραάμ πάντες τέκνα ἀλλ' ἐν ’Ισαὰκ κληθήσεταί σοι σπέρμα
8 του̃τ' ἔστιν οὐ τὰ τέκνα τη̃ς σαρκòς ταυ̃τα τέκνα του̃ θεου̃ ἀλλὰ τὰ τέκνα τη̃ς ἐπαγγελίας λογίζεται εἰς σπέρμα
9 ἐπαγγελίας γὰρ ὁ λόγος οὑ̃τος κατὰ τòν καιρòν του̃τον ἐλεύσομαι καὶ ἔσται τη̨̃ Σάρρα̨ υἱός
10 οὐ μόνον δέ ἀλλὰ καὶ ‘Ρεβέκκα ἐξ ἑνòς κοίτην ἔχουσα ’Ισαὰκ του̃ πατρòς ἡμω̃ν
11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθòν ἢ φαυ̃λον ἵνα ἡ κατ' ἐκλογὴν πρόθεσις του̃ θεου̃ μένη̨
12 οὐκ ἐξ ἔργων ἀλλ' ἐκ του̃ καλου̃ντος ἐρρέθη αὐτη̨̃ ὅτι ὁ μείζων δουλεύσει τω̨̃ ἐλάσσονι
13 καθὼς γέγραπται τòν ’Ιακὼβ ἠγάπησα τòν δὲ ’Ησαυ̃ ἐμίσησα
14 τί οὐ̃ν ἐρου̃μεν μὴ ἀδικία παρὰ τω̨̃ θεω̨̃ μὴ γένοιτο
15 τω̨̃ Μωϋσει̃ γὰρ λέγει ἐλεήσω ὃν ἂν ἐλεω̃ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω
16 ἄρα οὐ̃ν οὐ του̃ θέλοντος οὐδὲ του̃ τρέχοντος ἀλλὰ του̃ ἐλεω̃ντος θεου̃
17 λέγει γὰρ ἡ γραφὴ τω̨̃ Φαραὼ ὅτι εἰς αὐτò του̃το ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου καὶ ὅπως διαγγελη̨̃ τò ὄνομά μου ἐν πάση̨ τη̨̃ γη̨̃
18 ἄρα οὐ̃ν ὃν θέλει ἐλεει̃ ὃν δὲ θέλει σκληρύνει
19 ἐρει̃ς μοι οὐ̃ν τί οὐ̃ν ἔτι μέμφεται τω̨̃ γὰρ βουλήματι αὐτου̃ τίς ἀνθέστηκεν
20 ὠ̃ ἄνθρωπε μενου̃νγε σὺ τίς εἰ̃ ὁ ἀνταποκρινόμενος τω̨̃ θεω̨̃ μὴ ἐρει̃ τò πλάσμα τω̨̃ πλάσαντι τί με ἐποίησας οὕτως
21 ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς του̃ πηλου̃ ἐκ του̃ αὐτου̃ φυράματος ποιη̃σαι ὃ μὲν εἰς τιμὴν σκευ̃ος ὃ δὲ εἰς ἀτιμίαν
22 εἰ δὲ θέλων ὁ θεòς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τò δυνατòν αὐτου̃ ἤνεγκεν ἐν πολλη̨̃ μακροθυμία̨ σκεύη ὀργη̃ς κατηρτισμένα εἰς ἀπώλειαν
23 καὶ ἵνα γνωρίση̨ τòν πλου̃τον τη̃ς δόξης αὐτου̃ ἐπὶ σκεύη ἐλέους ἃ προητοίμασεν εἰς δόξαν
24 οὓς καὶ ἐκάλεσεν ἡμα̃ς οὐ μόνον ἐξ ’Ιουδαίων ἀλλὰ καὶ ἐξ ἐθνω̃ν
25 ὡς καὶ ἐν τω̨̃ ‘Ωσηὲ λέγει καλέσω τòν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην
26 καὶ ἔσται ἐν τω̨̃ τόπω̨ οὑ̃ ἐρρέθη αὐτοι̃ς οὐ λαός μου ὑμει̃ς ἐκει̃ κληθήσονται υἱοὶ θεου̃ ζω̃ντος
27 ’Ησαΐας δὲ κράζει ὑπὲρ του̃ ’Ισραήλ ἐὰν ἠ̨̃ ὁ ἀριθμòς τω̃ν υἱω̃ν ’Ισραὴλ ὡς ἡ ἄμμος τη̃ς θαλάσσης τò ὑπόλειμμα σωθήσεται
28 λόγον γὰρ συντελω̃ν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τη̃ς γη̃ς
29 καὶ καθὼς προείρηκεν ’Ησαΐας εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμι̃ν σπέρμα ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν
30 τί οὐ̃ν ἐρου̃μεν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην δικαιοσύνην δὲ τὴν ἐκ πίστεως
31 ’Ισραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν
32 διὰ τί ὅτι οὐκ ἐκ πίστεως ἀλλ' ὡς ἐξ ἔργων προσέκοψαν τω̨̃ λίθω̨ του̃ προσκόμματος
33 καθὼς γέγραπται ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου καὶ ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ καταισχυνθήσεται

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 10

1 ἀδελφοί ἡ μὲν εὐδοκία τη̃ς ἐμη̃ς καρδίας καὶ ἡ δέησις πρòς τòν θεòν ὑπὲρ αὐτω̃ν εἰς σωτηρίαν
2 μαρτυρω̃ γὰρ αὐτοι̃ς ὅτι ζη̃λον θεου̃ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν
3 ἀγνοου̃ντες γὰρ τὴν του̃ θεου̃ δικαιοσύνην καὶ τὴν ἰδίαν δικαιοσύνην ζητου̃ντες στη̃σαι τη̨̃ δικαιοσύνη̨ του̃ θεου̃ οὐχ ὑπετάγησαν
4 τέλος γὰρ νόμου Χριστòς εἰς δικαιοσύνην παντὶ τω̨̃ πιστεύοντι
5 Μωϋση̃ς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ του̃ νόμου ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοι̃ς
6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει μὴ εἴπη̨ς ἐν τη̨̃ καρδία̨ σου τίς ἀναβήσεται εἰς τòν οὐρανόν του̃τ' ἔστιν Χριστòν καταγαγει̃ν
7 ἤ τίς καταβήσεται εἰς τὴν ἄβυσσον του̃τ' ἔστιν Χριστòν ἐκ νεκρω̃ν ἀναγαγει̃ν
8 ἀλλὰ τί λέγει ἐγγύς σου τò ῥη̃μά ἐστιν ἐν τω̨̃ στόματί σου καὶ ἐν τη̨̃ καρδία̨ σου του̃τ' ἔστιν τò ῥη̃μα τη̃ς πίστεως ὃ κηρύσσομεν
9 ὅτι ἐὰν ὁμολογήση̨ς ἐν τω̨̃ στόματί σου κύριον ’Ιησου̃ν καὶ πιστεύση̨ς ἐν τη̨̃ καρδία̨ σου ὅτι ὁ θεòς αὐτòν ἤγειρεν ἐκ νεκρω̃ν σωθήση̨
10 καρδία̨ γὰρ πιστεύεται εἰς δικαιοσύνην στόματι δὲ ὁμολογει̃ται εἰς σωτηρίαν
11 λέγει γὰρ ἡ γραφή πα̃ς ὁ πιστεύων ἐπ' αὐτω̨̃ οὐ καταισχυνθήσεται
12 οὐ γάρ ἐστιν διαστολὴ ’Ιουδαίου τε καὶ ‘Έλληνος ὁ γὰρ αὐτòς κύριος πάντων πλουτω̃ν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν
13 πα̃ς γὰρ ὃς ἂν ἐπικαλέσηται τò ὄνομα κυρίου σωθήσεται
14 πω̃ς οὐ̃ν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν πω̃ς δὲ πιστεύσωσιν οὑ̃ οὐκ ἤκουσαν πω̃ς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος
15 πω̃ς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλω̃σιν καθὼς γέγραπται ὡς ὡραι̃οι οἱ πόδες τω̃ν εὐαγγελιζομένων τὰ ἀγαθά
16 ἀλλ' οὐ πάντες ὑπήκουσαν τω̨̃ εὐαγγελίω̨ ’Ησαΐας γὰρ λέγει κύριε τίς ἐπίστευσεν τη̨̃ ἀκοη̨̃ ἡμω̃ν
17 ἄρα ἡ πίστις ἐξ ἀκοη̃ς ἡ δὲ ἀκοὴ διὰ ῥήματος Χριστου̃
18 ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν μενου̃νγε εἰς πα̃σαν τὴν γη̃ν ἐξη̃λθεν ὁ φθόγγος αὐτω̃ν καὶ εἰς τὰ πέρατα τη̃ς οἰκουμένης τὰ ῥήματα αὐτω̃ν
19 ἀλλὰ λέγω μὴ ’Ισραὴλ οὐκ ἔγνω πρω̃τος Μωϋση̃ς λέγει ἐγὼ παραζηλώσω ὑμα̃ς ἐπ' οὐκ ἔθνει ἐπ' ἔθνει ἀσυνέτω̨ παροργιω̃ ὑμα̃ς
20 ’Ησαΐας δὲ ἀποτολμα̨̃ καὶ λέγει εὑρέθην ἐν τοι̃ς ἐμὲ μὴ ζητου̃σιν ἐμφανὴς ἐγενόμην τοι̃ς ἐμὲ μὴ ἐπερωτω̃σιν
21 πρòς δὲ τòν ’Ισραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χει̃ράς μου πρòς λαòν ἀπειθου̃ντα καὶ ἀντιλέγοντα

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 11

1 λέγω οὐ̃ν μὴ ἀπώσατο ὁ θεòς τòν λαòν αὐτου̃ μὴ γένοιτο καὶ γὰρ ἐγὼ ’Ισραηλίτης εἰμί ἐκ σπέρματος ’Αβραάμ φυλη̃ς Βενιαμίν
2 οὐκ ἀπώσατο ὁ θεòς τòν λαòν αὐτου̃ ὃν προέγνω ἢ οὐκ οἴδατε ἐν ’Ηλία̨ τί λέγει ἡ γραφή ὡς ἐντυγχάνει τω̨̃ θεω̨̃ κατὰ του̃ ’Ισραήλ
3 κύριε τοὺς προφήτας σου ἀπέκτειναν τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητου̃σιν τὴν ψυχήν μου
4 ἀλλὰ τί λέγει αὐτω̨̃ ὁ χρηματισμός κατέλιπον ἐμαυτω̨̃ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τη̨̃ Βάαλ
5 οὕτως οὐ̃ν καὶ ἐν τω̨̃ νυ̃ν καιρω̨̃ λει̃μμα κατ' ἐκλογὴν χάριτος γέγονεν
6 εἰ δὲ χάριτι οὐκέτι ἐξ ἔργων ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις
7 τί οὐ̃ν ὃ ἐπιζητει̃ ’Ισραήλ του̃το οὐκ ἐπέτυχεν ἡ δὲ ἐκλογὴ ἐπέτυχεν οἱ δὲ λοιποὶ ἐπωρώθησαν
8 καθὼς γέγραπται ἔδωκεν αὐτοι̃ς ὁ θεòς πνευ̃μα κατανύξεως ὀφθαλμοὺς του̃ μὴ βλέπειν καὶ ὠ̃τα του̃ μὴ ἀκούειν ἕως τη̃ς σήμερον ἡμέρας
9 καὶ Δαυὶδ λέγει γενηθήτω ἡ τράπεζα αὐτω̃ν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοι̃ς
10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτω̃ν του̃ μὴ βλέπειν καὶ τòν νω̃τον αὐτω̃ν διὰ παντòς σύγκαμψον
11 λέγω οὐ̃ν μὴ ἔπταισαν ἵνα πέσωσιν μὴ γένοιτο ἀλλὰ τω̨̃ αὐτω̃ν παραπτώματι ἡ σωτηρία τοι̃ς ἔθνεσιν εἰς τò παραζηλω̃σαι αὐτούς
12 εἰ δὲ τò παράπτωμα αὐτω̃ν πλου̃τος κόσμου καὶ τò ἥττημα αὐτω̃ν πλου̃τος ἐθνω̃ν πόσω̨ μα̃λλον τò πλήρωμα αὐτω̃ν
13 ὑμι̃ν δὲ λέγω τοι̃ς ἔθνεσιν ἐφ' ὅσον μὲν οὐ̃ν εἰμι ἐγὼ ἐθνω̃ν ἀπόστολος τὴν διακονίαν μου δοξάζω
14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτω̃ν
15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτω̃ν καταλλαγὴ κόσμου τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρω̃ν
16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία καὶ τò φύραμα καὶ εἰ ἡ ῥίζα ἁγία καὶ οἱ κλάδοι
17 εἰ δέ τινες τω̃ν κλάδων ἐξεκλάσθησαν σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοι̃ς καὶ συγκοινωνòς τη̃ς ῥίζης τη̃ς πιότητος τη̃ς ἐλαίας ἐγένου
18 μὴ κατακαυχω̃ τω̃ν κλάδων εἰ δὲ κατακαυχα̃σαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλὰ ἡ ῥίζα σέ
19 ἐρει̃ς οὐ̃ν ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθω̃
20 καλω̃ς τη̨̃ ἀπιστία̨ ἐξεκλάσθησαν σὺ δὲ τη̨̃ πίστει ἕστηκας μὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβου̃
21 εἰ γὰρ ὁ θεòς τω̃ν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο μή πως οὐδὲ σου̃ φείσεται
22 ἴδε οὐ̃ν χρηστότητα καὶ ἀποτομίαν θεου̃ ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία ἐπὶ δὲ σὲ χρηστότης θεου̃ ἐὰν ἐπιμένη̨ς τη̨̃ χρηστότητι ἐπεὶ καὶ σὺ ἐκκοπήση̨
23 κἀκει̃νοι δέ ἐὰν μὴ ἐπιμένωσιν τη̨̃ ἀπιστία̨ ἐγκεντρισθήσονται δυνατòς γάρ ἐστιν ὁ θεòς πάλιν ἐγκεντρίσαι αὐτούς
24 εἰ γὰρ σὺ ἐκ τη̃ς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον πόσω̨ μα̃λλον οὑ̃τοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τη̨̃ ἰδία̨ ἐλαία̨
25 οὐ γὰρ θέλω ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί τò μυστήριον του̃το ἵνα μὴ ἠ̃τε παρ' ἑαυτοι̃ς φρόνιμοι ὅτι πώρωσις ἀπò μέρους τω̨̃ ’Ισραὴλ γέγονεν ἄχρις οὑ̃ τò πλήρωμα τω̃ν ἐθνω̃ν εἰσέλθη̨
26 καὶ οὕτως πα̃ς ’Ισραὴλ σωθήσεται καθὼς γέγραπται ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος ἀποστρέψει ἀσεβείας ἀπò ’Ιακώβ
27 καὶ αὕτη αὐτοι̃ς ἡ παρ' ἐμου̃ διαθήκη ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτω̃ν
28 κατὰ μὲν τò εὐαγγέλιον ἐχθροὶ δι' ὑμα̃ς κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας
29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλη̃σις του̃ θεου̃
30 ὥσπερ γὰρ ὑμει̃ς ποτε ἠπειθήσατε τω̨̃ θεω̨̃ νυ̃ν δὲ ἠλεήθητε τη̨̃ τούτων ἀπειθεία̨
31 οὕτως καὶ οὑ̃τοι νυ̃ν ἠπείθησαν τω̨̃ ὑμετέρω̨ ἐλέει ἵνα καὶ αὐτοὶ νυ̃ν ἐλεηθω̃σιν
32 συνέκλεισεν γὰρ ὁ θεòς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήση̨
33 ὠ̃ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεου̃ ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτου̃ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτου̃
34 τίς γὰρ ἔγνω νου̃ν κυρίου ἢ τίς σύμβουλος αὐτου̃ ἐγένετο
35 ἢ τίς προέδωκεν αὐτω̨̃ καὶ ἀνταποδοθήσεται αὐτω̨̃
36 ὅτι ἐξ αὐτου̃ καὶ δι' αὐτου̃ καὶ εἰς αὐτòν τὰ πάντα αὐτω̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας ἀμήν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.