Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 16

μὴ ἐπιθύμει τέκνων πλη̃θος ἀχρήστων μηδὲ εὐφραίνου ἐπὶ υἱοι̃ς ἀσεβέσιν
ἐὰν πληθύνωσιν μὴ εὐφραίνου ἐπ' αὐτοι̃ς εἰ μή ἐστιν φόβος κυρίου μετ' αὐτω̃ν
μὴ ἐμπιστεύση̨ς τη̨̃ ζωη̨̃ αὐτω̃ν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλη̃θος αὐτω̃ν κρείσσων γὰρ εἱ̃ς ἢ χίλιοι καὶ ἀποθανει̃ν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβη̃
ἀπὸ γὰρ ἑνὸς συνετου̃ συνοικισθήσεται πόλις φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται
πολλὰ τοιαυ̃τα ἑόρακεν ὁ ὀφθαλμός μου καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὐ̃ς μου
ἐν συναγωγη̨̃ ἁμαρτωλω̃ν ἐκκαυθήσεται πυ̃ρ καὶ ἐν ἔθνει ἀπειθει̃ ἐξεκαύθη ὀργή
οὐκ ἐξιλάσατο περὶ τω̃ν ἀρχαίων γιγάντων οἳ ἀπέστησαν τη̨̃ ἰσχύι αὐτω̃ν
οὐκ ἐφείσατο περὶ τη̃ς παροικίας Λωτ οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτω̃ν
οὐκ ἠλέησεν ἔθνος ἀπωλείας τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτω̃ν
10 καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζω̃ν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδία̨ αὐτω̃ν
11 κἂν ἠ̨̃ εἱ̃ς σκληροτράχηλος θαυμαστὸν του̃το εἰ ἀθω̨ωθήσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ' αὐτω̨̃ δυνάστης ἐξιλασμω̃ν καὶ ἐκχέων ὀργήν
12 κατὰ τὸ πολὺ ἔλεος αὐτου̃ οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτου̃ ἄνδρα κατὰ τὰ ἔργα αὐτου̃ κρινει̃
13 οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴ εὐσεβου̃ς
14 πάση̨ ἐλεημοσύνη̨ ποιήσει τόπον ἕκαστος κατὰ τὰ ἔργα αὐτου̃ εὑρήσει
15 ...
16 ...
17 μὴ εἴπη̨ς ὅτι ἀπὸ κυρίου κρυβήσομαι καὶ ἐξ ὕψους τίς μου μνησθήσεται ἐν λαω̨̃ πλείονι οὐ μὴ γνωσθω̃ τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτω̨ κτίσει
18 ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς του̃ οὐρανου̃ ἄβυσσος καὶ γη̃ ἐν τη̨̃ ἐπισκοπη̨̃ αὐτου̃ σαλευθήσονται
19 ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τη̃ς γη̃ς ἐν τω̨̃ ἐπιβλέψαι εἰς αὐτὰ τρόμω̨ συσσείονται
20 καὶ ἐπ' αὐτοι̃ς οὐ διανοηθήσεται καρδία καὶ τὰς ὁδοὺς αὐτου̃ τίς ἐνθυμηθήσεται
21 καὶ καταιγίς ἣν οὐκ ὄψεται ἄνθρωπος τὰ δὲ πλείονα τω̃ν ἔργων αὐτου̃ ἐν ἀποκρύφοις
22 ἔργα δικαιοσύνης τίς ἀναγγελει̃ ἢ τίς ὑπομενει̃ μακρὰν γὰρ ἡ διαθήκη
23 ἐλαττούμενος καρδία̨ διανοει̃ται ταυ̃τα καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοει̃ται μωρά
24 ἄκουσόν μου τέκνον καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τω̃ν λόγων μου πρόσεχε τη̨̃ καρδία̨ σου
25 ἐκφανω̃ ἐν σταθμω̨̃ παιδείαν καὶ ἐν ἀκριβεία̨ ἀπαγγελω̃ ἐπιστήμην
26 ἐν κρίσει κυρίου τὰ ἔργα αὐτου̃ ἀπ' ἀρχη̃ς καὶ ἀπὸ ποιήσεως αὐτω̃ν διέστειλεν μερίδας αὐτω̃ν
27 ἐκόσμησεν εἰς αἰω̃να τὰ ἔργα αὐτου̃ καὶ τὰς ἀρχὰς αὐτω̃ν εἰς γενεὰς αὐτω̃ν οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τω̃ν ἔργων αὐτω̃ν
28 ἕκαστος τὸν πλησίον αὐτου̃ οὐκ ἐξέθλιψεν καὶ ἕως αἰω̃νος οὐκ ἀπειθήσουσιν του̃ ῥήματος αὐτου̃
29 καὶ μετὰ ταυ̃τα κύριος εἰς τὴν γη̃ν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τω̃ν ἀγαθω̃ν αὐτου̃
30 ψυχη̨̃ παντὸς ζώ̨ου ἐκάλυψεν τὸ πρόσωπον αὐτη̃ς καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.