1 κύριος ἔκτισεν ἐκ γη̃ς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν |
2 ἡμέρας ἀριθμου̃ καὶ καιρὸν ἔδωκεν αὐτοι̃ς καὶ ἔδωκεν αὐτοι̃ς ἐξουσίαν τω̃ν ἐπ' αὐτη̃ς |
3 καθ' ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ' εἰκόνα αὐτου̃ ἐποίησεν αὐτούς |
4 ἔθηκεν τὸν φόβον αὐτου̃ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινω̃ν |
|
6 διαβούλιον καὶ γλω̃σσαν καὶ ὀφθαλμούς ὠ̃τα καὶ καρδίαν ἔδωκεν διανοει̃σθαι αὐτοι̃ς |
7 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοι̃ς |
8 ἔθηκεν τὸν ὀφθαλμὸν αὐτου̃ ἐπὶ τὰς καρδίας αὐτω̃ν δει̃ξαι αὐτοι̃ς τὸ μεγαλει̃ον τω̃ν ἔργων αὐτου̃ |
|
10 καὶ ὄνομα ἁγιασμου̃ αἰνέσουσιν ἵνα διηγω̃νται τὰ μεγαλει̃α τω̃ν ἔργων αὐτου̃ |
11 προσέθηκεν αὐτοι̃ς ἐπιστήμην καὶ νόμον ζωη̃ς ἐκληροδότησεν αὐτοι̃ς |
12 διαθήκην αἰω̃νος ἔστησεν μετ' αὐτω̃ν καὶ τὰ κρίματα αὐτου̃ ὑπέδειξεν αὐτοι̃ς |
13 μεγαλει̃ον δόξης εἰ̃δον οἱ ὀφθαλμοὶ αὐτω̃ν καὶ δόξαν φωνη̃ς αὐτου̃ ἤκουσεν τὸ οὐ̃ς αὐτω̃ν |
14 καὶ εἰ̃πεν αὐτοι̃ς προσέχετε ἀπὸ παντὸς ἀδίκου καὶ ἐνετείλατο αὐτοι̃ς ἑκάστω̨ περὶ του̃ πλησίον |
15 αἱ ὁδοὶ αὐτω̃ν ἐναντίον αὐτου̃ διὰ παντός οὐ κρυβήσονται ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃ |
|
17 ἑκάστω̨ ἔθνει κατέστησεν ἡγούμενον καὶ μερὶς κυρίου Ισραηλ ἐστίν |
|
19 ἅπαντα τὰ ἔργα αὐτω̃ν ὡς ὁ ἥλιος ἐναντίον αὐτου̃ καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἐνδελεχει̃ς ἐπὶ τὰς ὁδοὺς αὐτω̃ν |
20 οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτω̃ν ἀπ' αὐτου̃ καὶ πα̃σαι αἱ ἁμαρτίαι αὐτω̃ν ἔναντι κυρίου |
|
22 ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ' αὐτου̃ καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει |
23 μετὰ ταυ̃τα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοι̃ς καὶ τὸ ἀνταπόδομα αὐτω̃ν εἰς κεφαλὴν αὐτω̃ν ἀποδώσει |
24 πλὴν μετανοου̃σιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν |
25 ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα |
26 ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας καὶ σφόδρα μίσησον βδέλυγμα |
27 ὑψίστω̨ τίς αἰνέσει ἐν ἅ̨δου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν |
28 ἀπὸ νεκρου̃ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις ζω̃ν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον |
29 ὡς μεγάλη ἡ ἐλεημοσύνη του̃ κυρίου καὶ ἐξιλασμὸς τοι̃ς ἐπιστρέφουσιν ἐπ' αὐτόν |
30 οὐ γὰρ δύναται πάντα εἰ̃ναι ἐν ἀνθρώποις ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου |
31 τί φωτεινότερον ἡλίου καὶ του̃το ἐκλείπει καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἱ̃μα |
32 δύναμιν ὕψους οὐρανου̃ αὐτὸς ἐπισκέπτεται καὶ ἄνθρωποι πάντες γη̃ καὶ σποδός |