Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 41

1 ὠ̃ θάνατε ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπω̨ εἰρηνεύοντι ἐν τοι̃ς ὑπάρχουσιν αὐτου̃ ἀνδρὶ ἀπερισπάστω̨ καὶ εὐοδουμένω̨ ἐν πα̃σιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν
2 ὠ̃ θάνατε καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπω̨ ἐπιδεομένω̨ καὶ ἐλασσουμένω̨ ἰσχύι ἐσχατογήρω̨ καὶ περισπωμένω̨ περὶ πάντων καὶ ἀπειθου̃ντι καὶ ἀπολωλεκότι ὑπομονήν
3 μὴ εὐλαβου̃ κρίμα θανάτου μνήσθητι προτέρων σου καὶ ἐσχάτων
4 του̃το τὸ κρίμα παρὰ κυρίου πάση̨ σαρκί καὶ τί ἀπαναίνη̨ ἐν εὐδοκία̨ ὑψίστου εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη οὐκ ἔστιν ἐν ἅ̨δου ἐλεγμὸς ζωη̃ς
5 τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλω̃ν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβω̃ν
6 τέκνων ἁμαρτωλω̃ν ἀπολει̃ται κληρονομία καὶ μετὰ του̃ σπέρματος αὐτω̃ν ἐνδελεχιει̃ ὄνειδος
7 πατρὶ ἀσεβει̃ μέμψεται τέκνα ὅτι δι' αὐτὸν ὀνειδισθήσονται
8 οὐαὶ ὑμι̃ν ἄνδρες ἀσεβει̃ς οἵτινες ἐγκατελίπετε νόμον θεου̃ ὑψίστου
9 καὶ ἐὰν γεννηθη̃τε εἰς κατάραν γεννηθήσεσθε καὶ ἐὰν ἀποθάνητε εἰς κατάραν μερισθήσεσθε
10 πάντα ὅσα ἐκ γη̃ς εἰς γη̃ν ἀπελεύσεται οὕτως ἀσεβει̃ς ἀπὸ κατάρας εἰς ἀπώλειαν
11 πένθος ἀνθρώπων ἐν σώμασιν αὐτω̃ν ὄνομα δὲ ἁμαρτωλω̃ν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται
12 φρόντισον περὶ ὀνόματος αὐτὸ γάρ σοι διαμενει̃ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου
13 ἀγαθη̃ς ζωη̃ς ἀριθμὸς ἡμερω̃ν καὶ ἀγαθὸν ὄνομα εἰς αἰω̃να διαμενει̃
14 παιδείαν ἐν εἰρήνη̨ συντηρήσατε τέκνα σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις
15 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτου̃ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτου̃
16 τοιγαρου̃ν ἐντράπητε ἐπὶ τω̨̃ ῥήματί μου οὐ γάρ ἐστιν πα̃σαν αἰσχύνην διαφυλάξαι καλόν καὶ οὐ πάντα πα̃σιν ἐν πίστει εὐδοκιμει̃ται
17 αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους
18 ἀπὸ κριτου̃ καὶ ἄρχοντος περὶ πλημμελείας καὶ ἀπὸ συναγωγη̃ς καὶ λαου̃ περὶ ἀνομίας
19 ἀπὸ κοινωνου̃ καὶ φίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου οὑ̃ παροικει̃ς περὶ κλοπη̃ς
20 ἀπὸ ἀληθείας θεου̃ καὶ διαθήκης καὶ ἀπὸ πήξεως ἀγκω̃νος ἐπ' ἄρτοις
21 ἀπὸ σκορακισμου̃ λήμψεως καὶ δόσεως καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπη̃ς
22 ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας καὶ ἀπὸ ἀποστροφη̃ς προσώπου συγγενου̃ς
23 ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου
24 ἀπὸ περιεργίας παιδίσκης αὐτου̃ καὶ μὴ ἐπιστη̨̃ς ἐπὶ τὴν κοίτην αὐτη̃ς
25 ἀπὸ φίλων περὶ λόγων ὀνειδισμου̃ καὶ μετὰ τὸ δου̃ναι μὴ ὀνείδιζε
26 ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοη̃ς καὶ ἀπὸ καλύψεως λόγων κρυφίων
27 καὶ ἔση̨ αἰσχυντηρὸς ἀληθινω̃ς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.