1 κραταιὸς ἐν πολέμω̨ 'Ιησου̃ς Ναυη καὶ διάδοχος Μωυση̃ ἐν προφητείαις ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτου̃ μέγας ἐπὶ σωτηρία̨ ἐκλεκτω̃ν αὐτου̃ ἐκδικη̃σαι ἐπεγειρομένους ἐχθρούς ὅπως κατακληρονομήση̨ τὸν Ισραηλ |
2 ὡς ἐδοξάσθη ἐν τω̨̃ ἐπα̃ραι χει̃ρας αὐτου̃ καὶ ἐν τω̨̃ ἐκτει̃ναι ῥομφαίαν ἐπὶ πόλεις |
3 τίς πρότερος αὐτου̃ οὕτως ἔστη τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν |
4 οὐχὶ ἐν χειρὶ αὐτου̃ ἐνεποδίσθη ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο |
5 ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τω̨̃ θλι̃ψαι αὐτὸν ἐχθροὺς κυκλόθεν καὶ ἐπήκουσεν αὐτου̃ μέγας κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταια̃ς |
6 κατέρραξεν ἐπ' ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας ἵνα γνω̃σιν ἔθνη πανοπλίαν αὐτου̃ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτου̃ |
7 καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεφοννη ἀντιστη̃ναι ἔναντι ἐκκλησίας κωλυ̃σαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας |
8 καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζω̃ν εἰσαγαγει̃ν αὐτοὺς εἰς κληρονομίαν εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι |
9 καὶ ἔδωκεν ὁ κύριος τω̨̃ Χαλεβ ἰσχύν καὶ ἕως γήρους διέμεινεν αὐτω̨̃ ἐπιβη̃ναι αὐτὸν ἐπὶ τὸ ὕψος τη̃ς γη̃ς καὶ τὸ σπέρμα αὐτου̃ κατέσχεν κληρονομίαν |
10 ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ισραηλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω κυρίου |
11 καὶ οἱ κριταί ἕκαστος τω̨̃ αὐτου̃ ὀνόματι ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ κυρίου εἴη τὸ μνημόσυνον αὐτω̃ν ἐν εὐλογίαις |
12 τὰ ὀστα̃ αὐτω̃ν ἀναθάλοι ἐκ του̃ τόπου αὐτω̃ν καὶ τὸ ὄνομα αὐτω̃ν ἀντικαταλλασσόμενον ἐφ' υἱοι̃ς δεδοξασμένων αὐτω̃ν |
13 ἠγαπημένος ὑπὸ κυρίου αὐτου̃ Σαμουηλ προφήτης κυρίου κατέστησεν βασιλείαν καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτου̃ |
14 ἐν νόμω̨ κυρίου ἔκρινεν συναγωγήν καὶ ἐπεσκέψατο κύριος τὸν Ιακωβ |
15 ἐν πίστει αὐτου̃ ἠκριβάσθη προφήτης καὶ ἐγνώσθη ἐν ῥήμασιν αὐτου̃ πιστὸς ὁράσεως |
16 καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην ἐν τω̨̃ θλι̃ψαι ἐχθροὺς αὐτου̃ κυκλόθεν ἐν προσφορα̨̃ ἀρνὸς γαλαθηνου̃ |
17 καὶ ἐβρόντησεν ἀπ' οὐρανου̃ ὁ κύριος καὶ ἐν ἤχω̨ μεγάλω̨ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτου̃ |
18 καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιιμ |
19 καὶ πρὸ καιρου̃ κοιμήσεως αἰω̃νος ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστου̃ αὐτου̃ χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα καὶ οὐκ ἐνεκάλεσεν αὐτω̨̃ ἄνθρωπος |
20 καὶ μετὰ τὸ ὑπνω̃σαι αὐτὸν προεφήτευσεν καὶ ὑπέδειξεν βασιλει̃ τὴν τελευτὴν αὐτου̃ καὶ ἀνύψωσεν ἐκ γη̃ς τὴν φωνὴν αὐτου̃ ἐν προφητεία̨ ἐξαλει̃ψαι ἀνομίαν λαου̃ |