1 καὶ ἀνέστη Ηλιας προφήτης ὡς πυ̃ρ καὶ ὁ λόγος αὐτου̃ ὡς λαμπὰς ἐκαίετο |
2 ὃς ἐπήγαγεν ἐπ' αὐτοὺς λιμὸν καὶ τω̨̃ ζήλω̨ αὐτου̃ ὠλιγοποίησεν αὐτούς |
3 ἐν λόγω̨ κυρίου ἀνέσχεν οὐρανόν κατήγαγεν οὕτως τρὶς πυ̃ρ |
4 ὡς ἐδοξάσθης Ηλια ἐν θαυμασίοις σου καὶ τίς ὅμοιός σοι καυχα̃σθαι |
5 ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ἅ̨δου ἐν λόγω̨ ὑψίστου |
6 ὁ καταγαγὼν βασιλει̃ς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτω̃ν |
7 ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως |
8 ὁ χρίων βασιλει̃ς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ' αὐτόν |
9 ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων |
10 ὁ καταγραφεὶς ἐν ἐλεγμοι̃ς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμου̃ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστη̃σαι φυλὰς Ιακωβ |
11 μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι καὶ γὰρ ἡμει̃ς ζωη̨̃ ζησόμεθα |
12 Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη καὶ Ελισαιε ἐνεπλήσθη πνεύματος αὐτου̃ καὶ ἐν ἡμέραις αὐτου̃ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς |
13 πα̃ς λόγος οὐχ ὑπερη̃ρεν αὐτόν καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σω̃μα αὐτου̃ |
14 καὶ ἐν ζωη̨̃ αὐτου̃ ἐποίησεν τέρατα καὶ ἐν τελευτη̨̃ θαυμάσια τὰ ἔργα αὐτου̃ |
15 ἐν πα̃σιν τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἕως ἐπρονομεύθησαν ἀπὸ γη̃ς αὐτω̃ν καὶ διεσκορπίσθησαν ἐν πάση̨ τη̨̃ γη̨̃ |
16 καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός καὶ ἄρχων ἐν τω̨̃ οἴκω̨ Δαυιδ τινὲς μὲν αὐτω̃ν ἐποίησαν τὸ ἀρεστόν τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας |
17 Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτου̃ καὶ εἰσήγαγεν εἰς μέσον αὐτη̃ς ὕδωρ ὤρυξεν σιδήρω̨ ἀκρότομον καὶ ὠ̨κοδόμησεν κρήνας εἰς ὕδατα |
18 ἐν ἡμέραις αὐτου̃ ἀνέβη Σενναχηριμ καὶ ἀπέστειλεν Ραψακην καὶ ἀπη̃ρεν καὶ ἐπη̃ρεν χει̃ρα αὐτου̃ ἐπὶ Σιων καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανία̨ αὐτου̃ |
19 τότε ἐσαλεύθησαν καρδίαι καὶ χει̃ρες αὐτω̃ν καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι |
20 καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χει̃ρας αὐτω̃ν πρὸς αὐτόν καὶ ὁ ἅγιος ἐξ οὐρανου̃ ταχὺ ἐπήκουσεν αὐτω̃ν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου |
21 ἐπάταξεν τὴν παρεμβολὴν τω̃ν 'Ασσυρίων καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτου̃ |
22 ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίω̨ καὶ ἐνίσχυσεν ἐν ὁδοι̃ς Δαυιδ του̃ πατρὸς αὐτου̃ ἃς ἐνετείλατο Ησαιας ὁ προφήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτου̃ |
23 ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκεν ζωὴν βασιλει̃ |
24 πνεύματι μεγάλω̨ εἰ̃δεν τὰ ἔσχατα καὶ παρεκάλεσεν τοὺς πενθου̃ντας ἐν Σιων |
25 ἕως του̃ αἰω̃νος ὑπέδειξεν τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά |